Textus Originalis
IV 46. 47. 469
περὶ τὸ τέμενος ὑπῆρχον, δράκων δ᾽ ἄυπνος ἐτήρει τὸ δέρος, ἀπὸ μὲν τῶν Ταύρων μετενεχθείσης τῆς ὁμωνυμίας ἐπὶ τὴν τῶν βοῶν ἰσχύν, ἀπὸ δὲ τῆς κατὰ τὴν ξενοκτονίαν ὠμότητος πυρπνεῖν τοὺς ταύρους μυθολογηθέντος· παραπλησίως δὲ τοῦ τη- ροῦντος τὸ τέμενος Δράκοντος ὀνομαζομένου, μετ- ενηνέχθαι τοὺς ποιητὰς ἐπὶ τὸ τερατῶδες καὶ καταπληκτικὸν τοῦ ζῴου. τῆς δ᾽ ὅμοιας μυθολο- γίας ἔχεσθαι καὶ τὰ περὶ τοῦ Φρίξου λεγόμενα. πλεῦσαι γὰρ αὐτόν φασιν οἱ μὲν ἐπὶ νεὼς προτο- μὴν ἐπὶ τῆς πρῴρας ἐχούσης κριοῦ, καὶ τὴν Ἕλλην δυσφοροῦσαν ἐπὶ τῇ ναυτία, καὶ διὰ τοῦτ᾽ ἐπὶ τοῦ τοίχου τῆς νεὼς ἐκκύπτουσαν, εἰς τὴν θάλατταν προπεσεῖν. ἔνιοι δέ φασι τὸν βασιλέα τῶν Σκυ- θῶν, ὄντα γαμβρὸν Αἰήτου, παρὰ τοῖς Κόλχοις ἐπι- δημῆσαι καθ᾽ ὃν καιρὸν ἁλῶναι συνέβη τὸν Φρίξον μετὰ τοῦ παιδαγωγοῦ, ἐρωτικῶς δὲ σχόντα τοῦ παιδὸς λαβεῖν αὐτὸν ἐν δωρεᾷ παρ᾽ Αἰήτου, καὶ καθάπερ υἱὸν γνήσιον ἀγαπήσαντα καταλιπεῖν αὐτῷ τὴν βασιλείαν. τὸν δὲ παιδαγωγὸν ὀνομαζόμενον Κριὸν τυθῆναι τοῖς θεοῖς, καὶ τοῦ σώματος ἐκδα- ρέντος προσηλωθῆναι τῷ νεῷ τὸ δέρμα κατὰ τι νόμιμον. μετὰ δὲ ταῦτα Αἰήτῃ γενομένου χρησμοῦ, καθ᾽ ὃν ἐσημαίνετο τότε τελευτήσειν αὐτὸν ὅταν ξέ- νοι καταπλεύσαντες τὸ τοῦ Κριοῦ δέρος ἀπενέγκωσι, τὸν βασιλέα φασὶ τειχίσαι τὸ τέμενος καὶ φρουρὰν 1 ἄυπνος scripsi (c. 48, 3), αὐτοῖς libri 4 πῦρ πνεῖν libri 8 ὁμοίας D᾽ ὁμοίας vulg. 12 ναυτιλίᾳ D 22 νεῷ] θεῷ codices, templo Poggius τι] τὸ D 24 ἐσή- μαινε D τότε add. Dind. 26 φασὶ τὸν βασιλέα χρυσῶσαι τὸ δέρας καὶ φρουρὰν ἐγκαταστῆσαι, ἵνα διὰ II.