Textus Originalis

52 DIODORI SICULI

52 DIODORI SICULI

μέχρι τῆς εἰς ϑάλατταν ἐκβολῆς στάδια μάλιστά πως μύρια καὶ δισχίλια σὺν αἷς ποιεῖται καμπαῖς. κατὰ δὲ τοὺς ὑποκάτω τόπους συστέλλεται τοῖς ὄγκοις ἀεὶ μᾶλλον, ἀποσπωμένου τοῦ ῥεύματος ἐπ᾽ ἀμφοτέρας τὰς ἠπείρους. τῶν δ᾽ ἀποσχιζομένων μερῶν τὸ μὲν εἰς τὴν Λιβύην ἐκκλῖνον ὑφ᾽ ἅμμου καταπίνεται τὸ βάϑος ἐχούσης ἄπιστον, τὸ δ᾽ εἰς τὴν Ἀραβίαν ἐναντίως εἰσχεόμενον εἰς τέλματα παμμεγέϑη καὶ λίμνας ἐκτρέπεται μεγάλας καὶ περιοικουμένας γένεσι πολλοῖς. εἰς δὲ τὴν Αἴγυπτον ἐμβάλλει τῇ μὲν δέκα σταδίων, τῇ δ᾽ ἔλαττον τούτων, οὐκ ἐπ᾽ εὐϑείας φερόμενος, ἀλλὰ καμπὰς παντοίας ποιούμενος: ποτὲ μὲν γὰρ ἑλίττεται πρὸς τὴν ἕω, ποτὲ δὲ πρὸς τὴν ἑσπέραν, ἔστι δ᾽ ὅτε πρὸς τὴν μεσημβρίαν, εἰς τοὐπίσω λαμβάνων τὴν παλίρροιαν. ὄρη γὰρ ἐξ ἑκατέρου μέρους τοῦ ποταμοῦ παρήκει, πολλὴν μὲν τῆς παραποταμίας ἐπέχοντα, διειλημμένα δὲ φάραγξι καὶ κρημνοῖς στενοπόροις, οἷς ἐμπῖπτον τὸ ῥεῦμα παλισσυτεῖ διὰ τῆς πεδιάδος, καὶ πρὸς τὴν μεσημβρίαν ἐφ᾽ ἱκανὸν τόπον ἐνεχϑὲν πάλιν ἐπὶ τὴν κατὰ φύσιν φορὰν ἀποκαϑίσταται. τηλικαύτην δ᾽ ἔχων ὑπεροχὴν ἐν πᾶσιν ὁ ποταμὸς οὗτος μόνος τῶν ἄλλων ἄνευ βίας καὶ κυματώδους ὁρμῆς τὴν ῥύσιν ποιεῖται, πλὴν ἐν τοῖς καλουμένοις καταράκταις. τόπος γάρ τίς ἐστι μήκει μὲν ὡς δέκα 2 καμπαῖς] περιείληφε δὲ καὶ νήσους ἐν αὐτῷ κατὰ μὲν τὴν Αἰϑιοπίαν ἄλλας τε πλείους καὶ μίαν εὐμεγέϑη, τὴν ὀνομαζομένην Μερόην, ἣ εἴκοσι δυοῖν σταδίων ἐστὶ τὸ πλάτος add. CF; cf. c. 33, 1 5 τὰς] παρακειμένας add. CF 8 ἐκχεόμενον CF 11 ἐλάττω D 13 πρὸς τὴν ἕω ποτὲ δὲ om. D 26 μὲν ὡς om. D, ὡς om. C.