Textus Originalis
I 37. 38. 65
οὔτε τοῖς εἰποῦσι Λίβυσιν, εἴπερ καὶ πρὸς ἀλήϑειαν εἰρήκασιν, οὔτε τῷ συγγραφεῖ προσεκτέον ἀναπόδεικτα λέγοντι. Ἐπειδὴ δὲ περὶ τῶν πηγῶν καὶ τῆς ῥύσεως αὐτοῦ διεληλύϑαμεν, πειρασόμεϑα τὰς αἰτίας ἀποδιδόναι τῆς πληρώσεως. Θαλῆς μὲν οὖν, εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος, φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς ϑάλατταν προχεῖσϑαι τὸ ῥεῦμα, καὶ διὰ τοῦτ᾽ αὐτὸν πληρούμενον ἐπικλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον. τοῦ δὲ λόγου τούτου, καίπερ εἶναι δοκοῦντος πιϑανοῦ, ῥάδιον ἐξελέγξαι τὸ ψεῦδος. εἰ γὰρ ἦν ἀληϑὲς τὸ προειρημένον, οἱ ποταμοὶ πάντες ἂν οἱ τοῖς ἐτησίαις ἐναντίας τὰς ἐκβολὰς ἔχοντες ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν: οὗ μηδαμοῦ τῆς οἰκουμένης συμβαίνοντος ζητητέον ἑτέραν αἰτίαν ἀληϑινὴν τῆς πληρώσεως. Ἀναξαγόρας δ᾽ ὁ φυσικὸς ἀπεφήνατο τῆς ἀναβάσεως αἰτίαν εἶναι τὴν τηκομένην χιόνα κατὰ τὴν Αἰϑιοπίαν, ᾧ καὶ ὁ ποιητὴς Εὐριπίδης μαϑητὴς ὢν ἠκολούϑηκε: λέγει γοῦν Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, ὃς ἐκ μελαμβρότοιο πληροῦται ῥοὰς Αἰϑιοπίδος γῆς, ἡνίκ᾽ ἂν τακῇ χιών. καὶ ταύτην δὲ τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιρρήσεως δεῖσϑαι συμβέβηκε, φανεροῦ πᾶσιν ὄντος ὅτι διὰ τὴν ὑπερβολὴν τῶν καυμάτων ἀδύνατον χιόνα πίπτειν περὶ τὴν Αἰϑιοπίαν: καϑόλου γὰρ περὶ τοὺς τόπους τούτους οὔτε πάγος οὔτε ψῦχος οὔϑ᾽ 4 ἐπειδὴ] ἐπεὶ C 17 αἰτίαν ἑτέραν vulg. 21 γαίης CD 25 προσδεῖσϑαι II. Diodorus I. 5