Textus Originalis
66 DIODORI SICULI
ὅλως χειμῶνος ἔμφασις γίνεται, καὶ μάλιστα περὶ τὴν ἀνάβασιν τοῦ Νείλου. εἰ δέ τις καὶ συγχωρήσαι χιόνος εἶναι πλῆϑος ἐν τοῖς ὑπὲρ Αἰϑιοπίαν τόποις, ὅμως ἐλέγχεται τὸ ψεῦδος τῆς ἀποφάσεως: πᾶς γὰρ ποταμὸς ἀπὸ χιόνος ῥέων ὁμολογουμένως αὔρας ἀναδίδωσι ψυχρὰς καὶ τὸν ἀέρα παχύνει: περὶ δὲ τὸν Νεῖλον μόνον τῶν ποταμῶν οὔτε νέφους ὑποστάσεις ὑπάρχουσιν οὔτ᾽ αὖραι ψυχραὶ γίνονται οὔϑ᾽ ὁ ἀὴρ παχύνεται. Ἡρόδοτος δέ φησι τὸν Νεῖλον εἶναι μὲν φύσει τηλικοῦτον ἡλίκος γίνεται κατὰ τὴν πλήρωσιν, ἐν δὲ τῷ χειμῶνι τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσϑαι πρὸς ἑαυτὸν πολλὴν ὑγρασίαν ἐκ τοῦ Νείλου, καὶ διὰ τοῦτο περὶ τοὺς καιροὺς τούτους παρὰ φύσιν ἐλάττονα γίνεσϑαι τὸν ποταμόν: τοῦ δὲ ϑέρους ἐπιστάντος ἀποχωροῦντα τῇ φορᾷ τὸν ἥλιον πρὸς τὰς ἄρκτους ἀναξηραίνειν καὶ ταπεινοῦν τούς τε περὶ τὴν Ἑλλάδα ποταμοὺς καὶ τοὺς κατὰ τὴν ἄλλην χώραν τὴν ὁμοίως ἐκείνῃ κειμένην. οὐκέτ᾽ οὖν εἶναι παράδοξον τὸ γινόμενον περὶ τὸν Νεῖλον: οὐ γὰρ ἐν τοῖς καύμασιν αὔξεσϑαι, κατὰ τὸν χειμῶνα δὲ ταπεινοῦσϑαι διὰ τὴν προειρημένην αἰτίαν. ῥητέον οὖν καὶ πρὸς τοῦτον ὅτι καϑῆκον ἦν, ὥσπερ ἀπὸ τοῦ Νείλου τὴν ὑγρασίαν ὁ ἥλιος ἐφ᾽ ἑαυτὸν ἐπισπᾶται κατὰ τοὺς τοῦ χειμῶνος καιρούς, οὕτω καὶ ἀπὸ τῶν ἄλλων τῶν κατὰ τὴν Λιβύην ὄντων ποταμῶν ἀναλαμβάνειν τι τῶν ὑγρῶν καὶ ταπεινοῦν τὰ φερόμενα ῥεύματα. ἐπεὶ δ᾽ οὐδαμοῦ τῆς Λιβύης 4 ὁμοίως D 9 οὔϑ᾽ ὁ] οὔτε D 13 ἐκ τοῦ Νείλου om. CF 21 καύμασι D αὔξεσϑαι om. D