Textus Originalis
I 42. 43. 44. 77
λάμων ἔχειν, δοκιμάζοντας ἀρκεῖσϑαι ταύτῃ. πολλοὺς δὲ χρόνους τούτῳ τῷ βίῳ διεξαγαγόντας τὸ τελευταῖον ἐπὶ τοὺς ἐδωδίμους μεταβῆναι καρπούς, ὧν εἶναι καὶ τὸν ἐκ τοῦ λωτοῦ γινόμενον ἄρτον. καὶ τούτων τὴν εὕρεσιν οἱ μὲν εἰς τὴν Ἶσιν ἀναφέρουσιν, οἱ δ᾽ εἴς τινα τῶν παλαιῶν βασιλέων τὸν ὀνομαζόμενον Μηνᾶν. οἱ δ᾽ ἱερεῖς εὑρετὴν τῶν μὲν παιδειῶν καὶ τῶν τεχνῶν μυϑολογοῦσι τὸν Ἑρμῆν γεγονέναι, τῶν δ᾽ εἰς τὸν βίον ἀναγκαίων τοὺς βασιλεῖς: διὸ καὶ τὸ παλαιὸν παραδίδοσϑαι τὰς βασιλείας μὴ τοῖς ἐκγόνοις τῶν ἀρξάντων, ἀλλὰ τοῖς πλεῖστα καὶ μέγιστα τὸ πλῆϑος εὐεργετοῦσιν, εἴτε προκαλουμένων τῶν ἀνϑρώπων τοὺς ἐφ᾽ ἑαυτῶν βασιλεῖς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν, εἴτε καὶ κατ᾽ ἀλήϑειαν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς οὕτω παρειληφότων. Μυϑολογοῦσι δ᾽ αὐτῶν τινες τὸ μὲν πρῶτον ἄρξαι τῆς Αἰγύπτου ϑεοὺς καὶ ἥρωας ἔτη βραχὺ λείποντα τῶν μυρίων καὶ ὀκτακισχιλίων, καὶ ϑεῶν ἔσχατον βασιλεῦσαι τὸν Ἴσιδος Ὧρον: ὑπ᾽ ἀνϑρώπων δὲ τὴν χώραν βεβασιλεῦσϑαί φασιν [ἀπὸ Μοίριδος] ἔτη βραχὺ λείποντα τῶν πεντακισχιλίων μέχρι τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς ὀλυμπιάδος, καϑ᾽ ἣν ἡμεῖς μὲν παρεβάλομεν εἰς Αἴγυπτον, ἐβασίλευε δὲ Πτολεμαῖος ὁ νέος Διόνυσος χρηματίζων. τούτων δὲ τὰ μὲν πλεῖστα κατασχεῖν τὴν ἀρχὴν ἐγχωρίους βασιλεῖς, ὀλίγα δὲ Αἰϑίοπας καὶ Πέρσας καὶ 2 διεξάγοντας libri, corr. Dindorf 7 μὲν τῶν libri, corr. Dind. — 8 τὸν om. C 18 καὶ] τε καὶ vulg. 21 μυρίδος D, μυριάδος F; del. Dind. 24 ἐβασίλευσεν D.