Textus Originalis

78 DIODORI SICULI

78 DIODORI SICULI

Μακεδόνας. Αἰϑίοπας μὲν οὖν ἄρξαι τέτταρας, οὐ κατὰ τὸ ἑξῆς, ἀλλ᾽ ἐκ διαστήματος, ἔτη τὰ πάντα βραχὺ λείποντα τῶν ἓξ καὶ τριάκοντα: Πέρσας δ᾽ ἡγήσασϑαι Καμβύσου τοῦ βασιλέως τοῖς ὅπλοις καταστρεψαμένου τὸ ἔϑνος πέντε πρὸς τοῖς ἑκατὸν καὶ τριάκοντα ἔτεσι σὺν ταῖς τῶν Αἰγυπτίων ἀποστάσεσιν, ἃς ἐποιήσαντο φέρειν οὐ δυνάμενοι τὴν τραχύτητα τῆς ἐπιστασίας καὶ τὴν εἰς τοὺς ἐγχωρίους ϑεοὺς ἀσέβειαν. ἐσχάτους δὲ Μακεδόνας ἄρξαι καὶ τοὺς ἀπὸ Μακεδόνων ἑξ καὶ πρὸς τοῖς διακοσίοις καὶ ἑβδομήκοντα. τοὺς δὲ λοιποὺς χρόνους ἅπαντας διατελέσαι βασιλεύοντας τῆς χώρας ἐγχωρίους, ἄνδρας μὲν ἑβδομήκοντα πρὸς τοῖς τετρακοσίοις, γυναῖκας δὲ πέντε: περὶ ὧν ἁπάντων οἱ μὲν ἱερεῖς εἶχον ἀναγραφὰς ἐν ταῖς ἱεραῖς βίβλοις ἐκ παλαιῶν χρόνων ἀεὶ τοῖς διαδόχοις παραδεδομένας, ὁπηλίκος ἕκαστος τῶν βασιλευσάντων ἐγένετο τῷ μεγέϑει καὶ ὁποῖός τις τῇ φύσει καὶ τὰ κατὰ τοὺς ἰδίους χρόνους ἑκάστῳ πραχϑέντα: ἡμῖν δὲ περὶ ἑκάστου τὰ κατὰ μέρος μακρὸν ἂν εἴη καὶ περίεργον γράφειν, ὡς ἂν τῶν πλείστων ἀχρήστων περιειλημμένων. διόπερ τῶν ἀξίων ἱστορίας τὰ κυριώτατα συντόμως διεξιέναι πειρασόμεϑα. Μετὰ τοὺς ϑεοὺς τοίνυν πρῶτόν φασι βασιλεῦσαι τῆς Αἰγύπτου Μηνᾶν, καὶ καταδεῖξαι τοῖς λαοῖς ϑεούς τε σέβεσϑαι καὶ ϑυσίας ἐπιτελεῖν, πρὸς δὲ τούτοις παρατίϑεσϑαι τραπέζας καὶ κλίνας καὶ στρωμνῇ πολυτελεῖ χρῆσϑαι, καὶ τὸ σύνολον τρυφὴν καὶ πολυτελῆ βίον εἰσηγήσασϑαι. διὸ καὶ πολλαῖς ὕστε- 18 ποῖος D 21 παρειλημμένων Reiske.