Textus Originalis

I 44. 46. 79

I 44. 46. 79

ρον γενεαῖς βασιλεύοντα Τνέφαχϑον τὸν Βοκχόριδος τοῦ σοφοῦ πατέρα λέγουσιν εἰς τὴν Ἀραβίαν στρατεύσαντα, τῶν ἐπιτηδείων αὐτὸν διά τε τὴν ἐρημίαν καὶ τὰς δυσχωρίας ἐκλιπόντων, ἀναγκασϑῆναι μίαν ἡμέραν ἐνδεᾶ γενόμενον χρήσασϑαι διαίτῃ παντελῶς εὐτελεῖ παρά τισι τῶν τυχόντων ἰδιωτῶν, ἡσϑέντα δὲ καϑ᾽ ὑπερβολὴν καταγνῶναι τῆς τρυφῆς καὶ τῷ καταδείξαντι τὴν πολυτέλειαν ἐξ ἀρχῆς βασιλεῖ καταρᾶσϑαι: οὕτω δ᾽ ἐγκάρδιον αὐτῷ τὴν μεταβολὴν γενέσϑαι τὴν περὶ τὴν βρῶσιν καὶ πόσιν καὶ κοίτην ὥστε τὴν κατάραν ἀναγράψαι τοῖς ἱεροῖς γράμμασιν εἰς τὸν τοῦ Διὸς ναὸν ἐν Θήβαις: ὃ δὴ δοκεῖ μάλιστα αἴτιον γενέσϑαι τοῦ μὴ διαμεῖναι τὴν δόξαν τοῦ Μηνᾶ καὶ τὰς τιμὰς εἰς τοὺς ὕστερον χρόνους. ἑξῆς δ᾽ ἄρξαι λέγεται τοῦ προειρημένου βασιλέως τοὺς ἀπογόνους δύο πρὸς τοῖς πεντήκοντα τοὺς ἅπαντας ἔτη πλείω τῶν χιλίων καὶ τετταράκοντα: ἐφ᾽ ὧν μηδὲν ἄξιον ἀναγραφῆς γενέσϑαι. μετὰ δὲ ταῦτα κατασταϑέντος βασιλέως Βουσίριδος καὶ τῶν τούτου πάλιν ἐκγόνων ὀκτώ, τὸν τελευταῖον ὁμώνυμον ὄντα τῷ πρώτῳ φασὶ κτίσαι τὴν ὑπὸ μὲν τῶν Αἰγυπτίων καλουμένην Διὸς πόλιν τὴν μεγάλην, ὑπὸ δὲ τῶν Ἑλλήνων Θήβας. τὸν μὲν οὖν περίβολον αὐτὸν ὑποστήσασϑαι σταδίων ἑκατὸν καὶ τετταράκοντα, οἰκοδομήμασι δὲ μεγάλοις καὶ ναοῖς ἐκπρεπέσι καὶ τοῖς ἄλλοις ἀναϑήμασι κοσμῆσαι ϑαυμαστῶς: ὁμοίως δὲ καὶ τὰς τῶν ἰδιω- 1 βασιλεύσαντα II γνεφαχϑῶ C 3 στρατεύοντα C αὐτῷ CF 18 τετρακοσίων AE 22 τῶν om. vulg. 26 εὐπρεπέσι II.