Textus Originalis

10 DIODORI SICULI

λέγουσι Δήμητρός ποτ᾿ ἄρρητον κόρην Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι, δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς, πόθῳ δὲ μητέρ᾿ ἠφανισμένης κόρης μαστῆρ᾿ ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα. 5 καὶ τὴν μὲν Αἰτναίοισι Σικελίαν πάγοις πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος. ὅθεν θεὰς τιμῶσιν εἰς τὰ νῦν ἔτι. 10 2 οὐκ ἄξιον δὲ παραλιπεῖν τῆς θεοῦ ταύτης τὴν ὑπερ- βολὴν τῆς εἰς τοὺς ἀνθρώπους εὐεργεσίας· χωρὶς γὰρ τῆς εὑρέσεως τοῦ σίτου τήν τε κατεργασίαν αὐτοῦ τοὺς ἀνθρώπους ἐδίδαξε καὶ νόμους εἰσηγή- σατο καθ᾿ οὓς δικαιοπραγεῖν εἰθίσθησαν, δι᾿ ἣν 15 αἰτίαν φασὶν αὐτὴν θεσμοφόρον ἐπονομασθῆναι. 3 τούτων δὲ τῶν εὑρημάτων οὐκ ἄν τις ἑτέραν εὐερ- γεσίαν εὕροι μείζονα· καὶ γὰρ τὸ ζῆν καὶ τὸ καλῶς ζῆν περιέχουσι. περὶ μὲν οὖν τῶν μυθολογουμέ- νων παρὰ τοῖς Σικελιώταις ἀρκεσθησόμεθα τοῖς 20 ῥηθεῖσιν. 6 Περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῇ πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦ- σιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν. Φίλιστος μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικισθέντας 2 κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατ᾿ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσ- 33

6 αἰτναίοις D Σικελίας cod., corr. Rhod. 10 εἰς] ἃς cod. 24 συντόμως] πάντως FGM 25 φησιν om. D