Textus Originalis
V 5. 6.
ηγορίας, Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγ- γραφέως ἐλέγξας ἀκριβῶς ἀποφαίνεται τούτους αὐ- τόχθονας εἶναι· πολλὰς δ᾿ αὐτοῦ φέροντος ἀποδεί- ξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγού- 5 μεθα περὶ τούτων διεξιέναι. οἱ δ᾿ οὖν Σικανοὶ τὸ 2 παλαιὸν κωμηδὸν ᾤκουν, ἐπὶ τῶν ὀχυρωτάτων λό- φων τὰς πόλεις κατασκευάζοντες διὰ τοὺς λῃστάς· οὐ γὰρ ἦσαν ὑπὸ μίαν ἡγεμονίαν βασιλέως τεταγ- μένοι, κατὰ πόλιν δὲ ἑκάστην εἷς ἦν ὁ δυναστεύων. 10 καὶ τὸ μὲν πρῶτον ἅπασαν τὴν νῆσον κατῴκουν, 3 καὶ τὴν χώραν ἐργαζόμενοι τὰς τροφὰς εἶχον· ὕστε- ρον δὲ τῆς Αἴτνης ἐν πλείοσι τόποις ἀναφυσήματα πυρὸς ἀνείσης, καὶ πολλοῦ κατὰ τὴν χώραν ῥύα- κος ἐκχυθέντος, συνέβη φθαρῆναι τῆς γῆς ἐπὶ πο- 15 λὺν τόπον. ἐπ᾿ ἔτη δὲ πλείω τοῦ πυρὸς ἐπινεμο- μένου πολλὴν χώραν, φοβηθέντες τὰ μὲν πρὸς ἕω κεκλιμένα τῆς Σικελίας ἐξέλιπον, εἰς δὲ τὰ πρὸς δυσμὰς νεύοντα μετῴκησαν. τὸ δὲ τελευταῖον πολ- λαῖς γενεαῖς ὕστερον ἐκ τῆς Ἰταλίας τὸ τῶν Σικε- 20 λῶν ἔθνος πανδημεὶ περαιωθὲν εἰς τὴν Σικελίαν, τὴν ὑπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατῴ- κησαν. ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν 4 Σικελῶν, καὶ τὴν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως 25 συνθήκας ποιησάμενοι συμφώνους ὅρους ἔθεντο τῆς χώρας· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. ὕσταται δ᾿ ἀποικίαι τῶν 5 Ἑλλήνων ἐγένοντο κατὰ τὴν Σικελίαν ἀξιόλογοι καὶ
4 οὐκ om. F 12 ἐν om. D 13 ἀνιείσης v.