Textus Originalis
V 4. 5.
κατέδειξαν θυσίας καὶ πανηγύρεις, ἐπωνύμους αὐ- ταῖς ποιήσαντες καὶ τῷ χρόνῳ διασημήναντες τὰς δοθείσας δωρεάς. τῆς μὲν γὰρ Κόρης τὴν κατα- 6 γωγὴν ἐποιήσαντο περὶ τὸν καιρὸν ἐν ᾧ τὸν τοῦ 5 σίτου καρπὸν τελεσιουργεῖσθαι συνέβαινε, καὶ ταύ- την τὴν θυσίαν καὶ πανήγυριν μετὰ τοσαύτης 334 ἁγνείας καὶ σπουδῆς ἐπιτελοῦσιν ὅσης εἰκός ἐστι τοὺς τῇ κρατίστῃ δωρεᾷ προκριθέντας τῶν ἄλλων ἀνθρώπων ἀποδιδόναι τὰς χάριτας· τῆς δὲ Δήμη- 7 10 τρος τὸν καιρὸν τῆς θυσίας προέκριναν ἐν ᾧ τὴν ἀρχὴν ὁ σπόρος τοῦ σίτου λαμβάνει, ἐπὶ δ᾿ ἡμέρας δέκα πανήγυριν ἄγουσιν ἐπώνυμον τῆς θεοῦ ταύ- της, τῇ τε λαμπρότητι τῆς παρασκευῆς μεγαλοπρε- πεστάτην καὶ τῇ διασκευῇ μιμούμενοι τὸν ἀρχαῖον 15 βίον. ἔθος δ᾿ ἐστὶν αὐτοῖς ἐν ταύταις ταῖς ἡμέραις αἰσχρολογεῖν κατὰ τὰς πρὸς ἀλλήλους ὁμιλίας διὰ τὸ τὴν θεὸν ἐπὶ τῇ τῆς Κόρης ἁρπαγῇ λυπουμένην γελάσαι διὰ τὴν αἰσχρολογίαν. Περὶ δὲ τῆς κατὰ τὴν Κόρην ἁρπαγῆς, ὅτι γέ- 5 20 γονεν ὡς προειρήκαμεν, πολλοὶ τῶν ἀρχαίων συγ- γραφέων καὶ ποιητῶν μεμαρτυρήκασι. Καρκίνος μὲν γὰρ ὁ τῶν τραγῳδιῶν ποιητής, πλεονάκις ἐν ταῖς Συρακούσαις παρεπιδεδημηκὼς καὶ τὴν τῶν ἐγχωρίων τεθεαμένος σπουδὴν περὶ τὰς θυσίας καὶ 25 πανηγύρεις τῆς τε Δήμητρος καὶ Κόρης, κατεχώρι- σεν ἐν τοῖς ποιήμασι τούσδε τοὺς στίχους·
5 τετελεσιουργῆσθαι II 7 ὅσης Hertl. (I 24, 2), ὅσην cod., ὅσῃ Wess. 8 κρατίστῃ om. II τῶν ἄλλων] ἁπάν- των II 20 πολλοὶ] μὲν add. CDF 21 Καρκῖνος cod. 23 ἐπιδεδημηκὼς II