Textus Originalis
100 DIODORI SICULI
καὶ συνέσει καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς· διὸ καὶ παραλαβόντα τὴν βασιλείαν παρὰ τοῦ Κρόνου πλεῖστα καὶ μέγιστα τὸν ἀνθρώπινον βίον εὐεργετῆσαι. πρῶτον μὲν γὰρ ἁπάντων κατα- δεῖξαι περὶ τῶν ἀδικημάτων τὸ δίκαιον ἀλλήλοις 5 διδόναι τοὺς ἀνθρώπους καὶ τοῦ βίᾳ τι πράττειν ἀποστῆσαι, κρίσει δὲ καὶ δικαστηρίῳ τὰς ἀμφισβη- τήσεις διαλύειν. καθόλου δὲ τὰ περὶ τε τῆς εὐνο- μίας καὶ τῆς εἰρήνης προσαναπληρῶσαι, τοὺς μὲν ἀγαθοὺς πείθοντα, τοὺς δὲ φαύλους τῇ τιμωρίᾳ 10 2 καὶ τῷ φόβῳ καταπληττόμενον. ἐπελθεῖν δ᾿ αὐτὸν καὶ τὴν οἰκουμένην σχεδὸν πᾶσαν τοὺς μὲν λῃστὰς καὶ ἀσεβεῖς ἀναιροῦντα, τὴν δ᾿ ἰσότητα καὶ τὴν δημοκρατίαν εἰσηγούμενον· ὅτε δή φασιν αὐτὸν καὶ τοὺς γίγαντας ἀνελεῖν, ἐν μὲν Κρήτῃ τοὺς περὶ 15 Μύλινον, κατὰ δὲ τὴν Φρυγίαν τοὺς περὶ Τυφῶνα. 3 πρὸ δὲ τῆς μάχης τῆς πρὸς τοὺς ἐν Κρήτῃ γίγαν- τας λέγεται τὸν Δία θῦσαι βοῦν Ἡλίῳ καὶ Οὐρανῷ καὶ Γῇ· ἐπὶ δὲ τῶν ἱερῶν ἁπάντων φανῆναι τὰ περὶ τούτων ἐπικριθέντα * ἐπισημαίνεται κράτος καὶ 20 ἀπόστασις ἀπὸ τῶν πολεμίων πρὸς αὐτούς. ἀκό- λουθον δὲ τούτοις γενέσθαι τοῦ πολέμου τὸ τέλος· αὐτομολῆσαι μὲν γὰρ ἐκ τῶν πολεμίων Μουσαῖον, καὶ τυχεῖν ὡρισμένων τιμῶν, κατακοπῆναι δ᾿ ὑπὸ 4 τῶν θεῶν ἅπαντας τοὺς ἀντιταξαμένους. συστῆναι 25 δὲ καὶ ἄλλους πολέμους αὐτῷ πρὸς γίγαντας, τῆς
1 καὶ σ. κ. δικαιοσύνῃ om. D 7 ἀποστῆναι Schäfer 12 ἅπασαν CFG 17 τοὺς γίγαντας τοὺς ἐν Κρ. CFG 18 βοῦν om. E 20 περὶ ABCDF, παρὰ cet. ἐπικριθέντα] ἃ CF, πρῶτον cet.; πρῶτον, δι᾿ ὧν Reiske ἐπισημαίνεσθαι Wess., ἐπισημαίνειν Dind. 21 ἀπόστασιν Wess.