Textus Originalis

V 69. 70. 71. 99

του κατὰ τὴν νῆσον. φερομένου μὲν γὰρ ὑπὸ τῶν 4 Κουρήτων αὐτοῦ νηπίου φασὶν ἀποπεσεῖν τὸν ὀμ- φαλὸν περὶ τὸν ποταμὸν τὸν καλούμενον Τρίτωνα, καὶ τὸ χωρίον τε τοῦτο καθιερωθὲν ἀπὸ τοῦ τότε 5 συμβάντος Ὀμφαλὸν προσαγορευθῆναι καὶ τὸ περι- κείμενον πεδίον ὁμοίως Ὀμφάλειον. κατὰ δὲ τὴν Ἴδην, ἐν ᾗ συνέβη τραφῆναι τὸν θεόν, τό τε ἄν- τρον ἐν ᾧ τὴν δίαιταν εἶχε καθιέρωται καὶ οἱ περὶ 387 αὐτὸ λειμῶνες ὁμοίως ἀνεῖνται περὶ τὴν ἀκρώρειαν 10 ὄντες. τὸ δὲ πάντων παραδοξότατον καὶ μυθολο- 5 γούμενον περὶ τῶν μελιττῶν οὐκ ἄξιον παραλιπεῖν· τὸν γὰρ θεόν φασιν ἀθάνατον μνήμην τῆς πρὸς αὐτὰς οἰκειότητος διαφυλάξαι βουλόμενον ἀλλάξαι μὲν τὴν χρόαν αὐτῶν καὶ ποιῆσαι χαλκῷ χρυσοειδεῖ 15 παραπλησίαν, τοῦ τόπου δ᾿ ὄντος ὑψηλοῦ καθ᾿ ὑπερβολήν, καὶ πνευμάτων τε μεγάλων ἐν αὐτῷ γινομένων καὶ χιόνος πολλῆς πιπτούσης, ἀνεπαι- σθήτους αὐτὰς καὶ ἀπαθεῖς ποιῆσαι, δυσχειμερωτά- τους τόπους νεμομένας. τῇ θρεψάσῃ δ᾿ αἰγὶ τιμὰς 6 20 τέ τινας ἄλλας ἀπονέῖμαι καὶ τὴν ἐπωνυμίαν ἀπ᾿ αὐτῆς λαβεῖν, αἰγίοχον ἐπονομασθέντα. ἀνδρωθέντα δ᾿ αὐτόν φασι πρῶτον πόλιν κτίσαι περὶ τὴν Δίκταν, ὅπου καὶ τὴν γένεσιν αὐτοῦ γενέσθαι μυθολογοῦ- σιν· ἧς ἐκλειφθείσης ἐν τοῖς ὕστερον χρόνοις δια- 25 μένειν ἔτι καὶ νῦν ἕρματα τῶν θεμελίων. Διενέγκαι δὲ τὸν θεὸν τοῦτον ἁπάντων ἀνδρείᾳ 71

3 Τρίτωνα] τρίτον CD 4 τε Dind., δὲ cod., διὰ Wess. 9 αὐτῷ C, αὐτὸν cet. λιμένες DF 11 περὶ τ. μ. οὐκ om. D¹ 13 αὐτοὺς II 15 καὶ τοῖ τόπου ὄντος D 18 ποιῆσαι] εἰς τοὺς add. ABDE; f. ὡς τοὺς 26 τούτων D