Textus Originalis
V 71. 72. 101
μὲν Μακεδονίας περὶ τὴν Παλλήνην, τῆς δ᾿ Ἰταλίας κατὰ τὸ πεδίον, ὃ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κατα- κεκαυμένου τόπου Φλεγραῖον ὠνομάζετο, κατὰ δὲ τοὺς ὕστερον χρόνους Κυμαῖον προσηγόρευον. κολα- 5 5 σθῆναι δὲ τοὺς γίγαντας ὑπὸ Διὸς διὰ τὴν εἰς τοὺς ἄλλους ἀνθρώπους παρανομίαν καὶ διὰ τὸ ταῖς 388 τοῦ σώματος ὑπεροχαῖς καὶ ῥώμαις πεποιθότας κατα- δουλοῦσθαι μὲν τοὺς πλησιοχώρους, ἀπειθεῖν δὲ τοῖς περὶ τοῦ δικαίου τιθεμένοις νόμοις, πόλεμον 10 δ᾿ ἐκφέρειν πρὸς τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας ὑπὸ πάντων θεοὺς νομιζομένους. τὸν δ᾿ οὖν Δία 6 λέγουσι μὴ μόνον ἄρδην ἐξ ἀνθρώπων ἀφανίσαι τοὺς ἀσεβεῖς καὶ πονηρούς, ἀλλὰ καὶ τοῖς ἀρίστοις τῶν θεῶν καὶ ἡρώων, ἔτι δ᾿ ἀνδρῶν τὰς ἀξίας 15 ἀπονεῖμαι τιμάς. διὰ δὲ τὸ μέγεθος τῶν εὐεργε- σιῶν καὶ τὴν ὑπεροχὴν τῆς δυνάμεως συμφώνως αὐτῷ παρὰ πάντων συγκεχωρῆσθαι τήν τε βασι- λείαν εἰς τὸν ἀεὶ χρόνον καὶ τὴν οἴκησιν τὴν ἐν Ὀλύμπῳ. καταδειχθῆναι δὲ καὶ θυσίας αὐτῷ συν- 72 20 τελεῖν ὑπὲρ τοὺς ἄλλους ἅπαντας, καὶ μετὰ τὴν ἐκ γῆς μετάστασιν εἰς τὸν οὐρανὸν ἐγγενέσθαι δόξας δικαίους ἐν ταῖς τῶν εὖ πεπονθότων ψυχαῖς, ὡς ἁπάντων τῶν γινομένων κατ᾿ οὐρανὸν οὗτος εἴη κύριος, λέγω δ᾿ ὄμβρων τε καὶ βροντῶν καὶ κεραυ- 25 νῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. διόπερ αὐτὸν 2 προσαγορευθῆναι Ζῆνα μὲν ἀπὸ τοῦ δοκεῖν τοῖς ἀνθρώποις αἴτιον εἶναι τοῦ ζῆν, ταῖς ἐκ τοῦ περι- έχοντος εὐκρασίαις τοὺς καρποὺς ἀνάγοντα πρὸς
2 μὲν om. D 4 προσηγορεύθη CFG 11 δ᾿ om. D 14 θεῶν AD, τε θεῶν cet. 22 δικαίως A 28 τοὺς om. D