Textus Originalis

102 DIODORI SICULI

τέλος, πατέρα δὲ διὰ τὴν φροντίδα καὶ τὴν εὔνοιαν τὴν εἰς ἅπαντας, ἔτι δὲ καὶ τὸ δοκεῖν ὥσπερ ἀρχη- γὸν εἶναι τοῦ γένους τῶν ἀνθρώπων, ὕπατον δὲ καὶ βασιλέα διὰ τὴν τῆς ἀρχῆς ὑπεροχήν, εὐβουλέα δὲ καὶ μητιέτην διὰ τὴν ἐν τῷ βουλεύεσθαι καλῶς 5 3 σύνεσιν. μυθολογοῦσι δὲ καὶ τὴν Ἀθηνᾶν κατὰ τὴν Κρήτην ἐκ Διὸς ἐν ταῖς πηγαῖς τοῦ Τρίτωνος ποταμοῦ γεννηθῆναι· διὸ καὶ Τριτογένειαν ὀνο- μασθῆναι. ἔστι δὲ καὶ νῦν ἔτι περὶ τὰς πηγὰς ταύτας ἱερὸν ἅγιον τῆς θεοῦ ταύτης, ἐν ᾧ τόπῳ 10 4 τὴν γένεσιν αὐτῆς ὑπάρξαι μυθολογοῦσι. λέγουσι δὲ καὶ τοὺς γάμους τοῦ τε Διὸς καὶ τῆς Ἥρας ἐν τῇ Κνωσίων χώρᾳ γενέσθαι κατά τινα τόπον πλη- σίον τοῦ Θήρηνος ποταμοῦ, καθ᾿ ὃν νῦν ἱερόν ἐστιν, ἐν ᾧ θυσίας κατ᾿ ἐνιαυτὸν ἁγίους ὑπὸ τῶν 15 ἐγχωρίων συντελεῖσθαι, καὶ τοὺς γάμους ἀπομιμεῖ- σθαι, καθάπερ ἐξ ἀρχῆς γενέσθαι παρεδόθησαν. 5 Τοῦ δὲ Διὸς ἐκγόνους φασὶ γενέσθαι θεὰς μὲν Ἀφροδίτην καὶ Χάριτας, πρὸς δὲ ταύταις Εἰλείθυιαν καὶ τὴν ταύτης συνεργὸν Ἄρτεμιν, καὶ τὰς προσ- 20 αγορευομένας Ὥρας, Εὐνομίαν τε καὶ Δίκην, ἔτι δ᾿ Εἰρήνην καὶ Ἀθηνᾶν καὶ Μούσας, θεοὺς δὲ Ἥφαι- στον καὶ Ἄρην καὶ Ἀπόλλωνα, πρὸς δὲ τούτοις 73 Ἑρμῆν καὶ Διόνυσον καὶ Ἡρακλέα. τούτων δ᾿ ἑκάστῳ 389

8 ἐπονομασθῆναι CFG 9 περὶ] παρὰ FG 12 τοῦ τε] τοῦ στε D, τούς τε v. 13 Κνωσσίων v. 14 Θηρινος D 16 ἐγχωρίων] ἱερέων add. CF 17 παρεδόθη F 18 τοῦ Dind., τοὺς cod. 19 εἰλήθυιαν (ἠληθύιαν m. 1) D, εἰλί- θυιαν C (= c. 73, 4) 21 τε om. D 22 καὶ Ἀθηνᾶν καὶ Μούσας add. Iensius, Palladem Musas Poggius 23 Ἄρεα CFG 24 καὶ Διόνυσον καὶ Ἡρακλέα add. Iensius