Textus Originalis

V 72. 73. 103

μυθολογοῦσι τὸν Δία τῶν εὑρεθέντων ὑπ᾿ αὐτοῦ καὶ συντελουμένων ἔργων τὰς ἐπιστήμας καὶ τὰς τιμὰς τῆς εὑρέσεως ἀπονεῖμαι, βουλόμενον αἰώνιον αὐτοῖς περιποιῆσαι μνήμην παρὰ πᾶσιν ἀνθρώποις. 2 5 παραδοθῆναι δὲ τῇ μὲν Ἀφροδίτῃ τήν τε τῶν παρ- θένων ἡλικίαν, ἐν οἷς χρόνοις δεῖ γαμεῖν αὐτάς, καὶ τὴν ἄλλην ἐπιμέλειαν τὴν ἔτι καὶ νῦν ἐν τοῖς γάμοις γινομένην μετὰ θυσιῶν καὶ σπονδῶν, ἃς ποιοῦσιν ἄνθρωποι τῇ θεῷ ταύτῃ. προθύουσι δὲ 10 πρότερον ἅπαντες τῷ Διὶ τῷ τελείῳ καὶ Ἥρᾳ τε- λείᾳ διὰ τὸ τούτους ἀρχηγοὺς γεγονέναι καὶ πάν- των εὑρετάς, καθότι προείρηται. ταῖς δὲ Χάρισι 3 δοθῆναι τὴν τῆς ὄψεως κόσμησιν καὶ τὸ σχηματί- ζειν ἕκαστον μέρος τοῦ σώματος πρὸς τὸ βέλτιον 15 καὶ προσηνὲς τοῖς θεωροῦσι, πρὸς δὲ τούτοις τὸ κατάρχειν εὐεργεσίας καὶ πάλιν ἀμείβεσθαι ταῖς προσηκούσαις χάρισι τοὺς εὖ ποιήσαντας. Εἰλεί- 4 θυιαν δὲ λαβεῖν τὴν περὶ τὰς τικτούσας ἐπιμέλειαν καὶ θεραπείαν τῶν ἐν τῷ τίκτειν κακοπαθουσῶν. 20 διὸ καὶ τὰς ἐν τοῖς τοιούτοις κινδυνευούσας γυναι- κας ἐπικαλεῖσθαι μάλιστα τὴν θεὸν ταύτην. Ἄρτε- 5 μιν δέ φασιν εὑρεῖν τὴν τῶν νηπίων παιδίων θε- ραπείαν καὶ τροφάς τινας ἁρμοζούσας τῇ φύσει τῶν βρεφῶν· ἀφ᾿ ἧς αἰτίας καὶ κουροτρόφον αὐτὴν 6 25 ὀνομάζεσθαι. τῶν δ᾿ ὀνομαζομένων Ὡρῶν ἑκάστῃ δοθῆναι τὴν ἐπώνυμον τάξιν τε καὶ [τοῦ] βίου δια- κόσμησιν ἐπὶ τῇ μεγίστῃ τῶν ἀνθρώπων ὠφελείᾳ· μηδὲν γὰρ εἶναι μᾶλλον δυνάμενον εὐδαίμονα βίον

13 τὸ Iensius, τοῦ cod. 26 τοῦ om. D