Textus Originalis
104 DIODORI SICULI
παρασκευάσαι τῆς εὐνομίας καὶ δίκης καὶ εἰρήνης. 7 Ἀθηνᾷ δὲ προσάπτουσι τήν τε τῶν ἐλαιῶν ἡμέρω- σιν καὶ φυτείαν παραδοῦναι τοῖς ἀνθρώποις καὶ τὴν τοῦ καρποῦ τούτου κατεργασίαν· πρὸ γὰρ τοῦ γενέσθαι τὴν θεὸν ταύτην ὑπάρξαι μὲν τὸ γένος 5 τοῦτο τῶν δένδρων μετὰ τῆς ἄλλης ἀγρίας ὕλης, τὴν μέντοι γ᾿ ἐπιμέλειαν ταύτης [οὐκ] εἶναι καὶ τὴν ἐμπειρίαν τὴν ἔτι καὶ νῦν γινομένην περὶ τούτων. 8 πρὸς δὲ τούτοις τὴν τῆς ἐσθῆτος κατασκευὴν καὶ τὴν τεκτονικὴν τέχνην, ἔτι δὲ πολλὰ τῶν ἐν ταῖς 10 ἄλλαις ἐπιστήμαις εἰσηγήσασθαι τοῖς ἀνθρώποις· εὑρεῖν δὲ καὶ τὴν τῶν αὐλῶν κατασκευὴν καὶ τὴν διὰ τούτων συντελουμένην μουσικὴν καὶ τὸ σύνο- λον πολλὰ τῶν φιλοτέχνων ἔργων, ἀφ᾿ ὧν ἐργά- 74νην αὐτὴν προσαγορεύεσθαι. ταῖς δὲ Μούσαις δο- 15 θῆναι παρὰ τοῦ πατρὸς τὴν τῶν γραμμάτων εὕρεσιν καὶ τὴν τῶν ἐπῶν σύνθεσιν τὴν προσαγορευομένην 390 ποιητικήν. πρὸς δὲ τοὺς λέγοντας, ὅτι Σύροι μὲν εὑρεταὶ τῶν γραμμάτων εἰσί, παρὰ δὲ τούτων Φοί- νικες μαθόντες τοῖς Ἕλλησι παραδεδώκασιν, οὗτοι 20 δ᾿ εἰσὶν οἱ μετὰ Κάδμου πλεύσαντες εἰς τὴν Εὐ- ρώπην, καὶ διὰ τοῦτο τοὺς Ἕλληνας τὰ γράμματα Φοινίκεια προσαγορεύειν, φασὶ τοὺς Φοίνικας οὐκ ἐξ ἀρχῆς εὑρεῖν, ἀλλὰ τοὺς τύπους τῶν γραμμά- των μεταθεῖναί μόνον, καὶ τῇ τε γραφῇ ταύτῃ τοὺς 25 πλείστους τῶν ἀνθρώπων χρήσασθαι καὶ διὰ τοῦτο 2 τυχεῖν τῆς προειρημένης προσηγορίας. Ἥφαιστον δὲ λέγουσιν εὑρετὴν γενέσθαι τῆς περὶ τὸν σίδη-
7 οὐκ delevi 11 ἠγήσασθαι D 23 φοινίκια cod. (c. 58, 3) 25 τε om. v.