Textus Originalis
V 73. 74. 105
ρον ἐργασίας ἁπάσης καὶ τῆς περὶ τὸν χαλκὸν καὶ χρυσὸν καὶ ἄργυρον καὶ τῶν ἄλλων ὅσα τὴν ἐκ τοῦ πυρὸς ἐργασίαν ἐπιδέχεται, καὶ τὰς ἄλλας δὲ χρείας τὰς τοῦ πυρὸς ἁπάσας προσεξευρεῖν καὶ παραδοῦ- 5 ναι τοῖς τε τὰς τέχνας ἐργαζομένοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις· διόπερ οἱ τῶν τεχνῶν τούτων 3 δημιουργοὶ τὰς εὐχὰς καὶ θυσίας τούτῳ τῷ θεῷ μάλιστα ποιοῦσι, καὶ τὸ πῦρ οὗτοί τε καὶ πάντες ἄνθρωποι προσαγορεύουσιν Ἥφαιστον, εἰς μνήμην 10 καὶ τιμὴν ἀθάνατον τιθέμενοι τὴν ἐξ ἀρχῆς τῷ κοινῷ βίῳ δεδομένην εὐεργεσίαν. τὸν Ἄρην δὲ 4 μυθολογοῦσι πρῶτον κατασκευάσαι πανοπλίαν καὶ στρατιώτας καθοπλίσαι καὶ τὴν ἐν ταῖς μάχαις ἐνα- γώνιον ἐνέργειαν εἰσηγήσασθαι, φονεύοντα τοὺς 15 ἀπειθοῦντας τοῖς θεοῖς. Ἀπόλλωνα δὲ τῆς κιθάρας 5 εὑρετὴν ἀναγορεύουσι καὶ τῆς κατ᾿ αὐτὴν μουσι- κῆς· ἔτι δὲ τὴν ἰατρικὴν ἐπιστήμην ἐξενεγκεῖν διὰ τῆς μαντικῆς τέχνης γινομένην, δι᾿ ἧς τὸ παλαιὸν συνέβαινε θεραπείας τυγχάνειν τοὺς ἀρρωστοῦντας· 20 εὑρετὴν δὲ καὶ τοῦ τόξου γενόμενον διδάξαι τοὺς ἐγχωρίους τὰ περὶ τὴν τοξείαν, ἀφ᾿ ἧς αἰτίας μά- λιστα παρὰ τοῖς Κρησὶν ἐζηλῶσθαι τὴν τοξικὴν καὶ τὸ τόξον Κρητικὸν ὀνομασθῆναι. Ἀπόλλωνος δὲ 6 καὶ Κορωνίδος Ἀσκληπιὸν γενηθέντα, καὶ πολλὰ 25 παρὰ τοῦ πατρὸς τῶν εἰς ἰατρικὴν μαθόντα, προσ- εξευρεῖν τήν τε χειρουργίαν καὶ τὰς τῶν φαρμά- κων σκευασίας καὶ ῥιζῶν δυνάμεις, καὶ καθόλου
5 τε om. D 6 διόπερ] δι ἅπερ D οἱ Dind., αἵ τε cod. 8 πάντες DF, πάντες οἱ cet. 23 Κρητικὸν Bochar- tus, Σκυθικὸν cod. 24 γεννηθέντα D