Textus Originalis

106 DIODORI SICULI

προβιβάσαι τὴν τέχνην ἐπὶ τοσοῦτον, ὥστε ὡς ἀρ- 75 χηγὸν αὐτῆς καὶ κτίστην τιμᾶσθαι. τῷ δ᾿ Ἑρμῇ προσάπτουσι τὰς ἐν τοῖς πολέμοις γινομένας ἐπι- 391 κηρυκείας καὶ διαλλαγὰς καὶ σπονδὰς καὶ τὸ τού- των σύσσημον κηρύκειον, ὃ φορεῖν εἰώθασιν οἱ 5 περὶ τῶν τοιούτων τοὺς λόγους ποιούμενοι καὶ διὰ τούτου τυγχάνοντες παρὰ τοῖς πολεμίοις ἀσφαλείας· ὅθεν δὴ καὶ κοινὸν Ἑρμῆν ὠνομάσθαι, διὰ τὸ τὴν ὠφέλειαν ἀμφοτέροις εἶναι κοινὴν τοῖς ἐν τῷ πο- 2 λέμῳ τὴν εἰρήνην μεταλαμβάνουσι. φασὶ δ᾿ αὐτὸν 10 καὶ μέτρα καὶ σταθμὰ καὶ τὰ διὰ τῆς ἐμπορίας κέρδη πρῶτον ἐπινοῆσαι καὶ τὸ λάθρᾳ τὰ τῶν ἄλ- λων σφετερίζεσθαι. παραδεδόσθαι δ᾿ αὐτὸν καὶ κή- ρυκα τῶν θεῶν, ἔτι δ᾿ ἄγγελον ἄριστον διὰ τὸ σαφῶς αὐτὸν ἕκαστα τῶν εἰς ἐντολὴν δοθέντων 15 ἑρμηνεύειν· ἀφ᾿ οὗ καὶ τετευχέναι τῆς προσηγορίας αὐτὸν ταύτης, οὐχ εὑρετὴν τῶν ὀνομάτων καὶ λέ- ξεων γενόμενον, ὥς τινές φασιν, ἀλλὰ τὸ τῆς ἀπαγ- γελίας ἄρτιον καὶ σαφὲς ἐκπεπονηκότα περιττότερον 3 τῶν ἄλλων. εἰσηγητὴν δ᾿ αὐτὸν καὶ παλαίστρας 20 γενέσθαι, καὶ τὴν ἀπὸ τῆς χελώνης λύραν ἐπινοῆσαι μετὰ τὴν Ἀπόλλωνος πρὸς Μαρσύαν σύγκρισιν, καθ᾿ ἣν λέγεται τὸν Ἀπόλλωνα νικήσαντα καὶ τιμωρίαν ὑπὲρ τὴν ἀξίαν λαβόντα παρὰ τοῦ λειφθέντος μετα- μεληθῆναι, καὶ τὰς ἐκ τῆς κιθάρας χορδὰς ἐκρή- 25 ξαντα μέχρι τινὸς χρόνου τῆς ἐν αὐτῇ μουσικῆς 4 ἀποστῆναι. Διόνυσον δὲ μυθολογοῦσιν εὑρετὴν γε- νέσθαι τῆς τ᾿ ἀμπέλου καὶ τῆς περὶ ταύτην ἐργα-

7 τούτων D, τοῦτο F 16 σαφῶς] καλῶς CFGM 18 ἐπαγγελίας D 28 τῆς τ᾿ DF, τῆς cet.