Textus Originalis
V 74. 75. 76. 107
σίας, ἔτι δ᾿ οἰνοποιίας καὶ τοῦ πολλοὺς τῶν ἐκ τῆς ὀπώρας καρπῶν ἀποθησαυρίζεσθαι καὶ τὰς χρείας καὶ τὰς τροφὰς παρέχεσθαι τοῖς ἀνθρώποις ἐπὶ πολὺν χρόνον. τοῦτον δὲ τὸν θεὸν γεγονέναι φα- 5 σὶν ἐκ Διὸς καὶ Φερσεφόνης κατὰ τὴν Κρήτην, ὃν Ὀρφεὺς κατὰ τὰς τελετὰς παρέδωκε διασπώμενον ὑπὸ τῶν Τιτάνων· πλείονας γὰρ Διονύσους συμ- βαίνει γεγονέναι, περὶ ὧν ἡμεῖς σαφέστερον τὰ κατὰ μέρος ἐν οἰκειοτέροις καιροῖς ἀναγεγράφαμεν. οἱ 5 10 δ᾿ οὖν Κρῆτες τῆς παρ᾿ αὐτοῖς γενέσεως τοῦ θεοῦ πειρῶνται σημεῖα φέρειν, λέγοντες ὅτι περὶ τὴν Κρήτην δύο νήσους κτίσας ἐπὶ τῶν καλουμένων δι- δύμων κόλπων Διονυσιάδας ἀφ᾿ ἑαυτοῦ προσηγό- ρευσεν, ὅπερ μηδαμοῦ τῆς οἰκουμένης αὐτὸν ἑτέρωθι 15 πεποιηκέναι. Ἡρακλέα δὲ μυθολογοῦσιν ἐκ Διὸς 76 γενέσθαι παμπόλλοις ἔτεσι πρότερον τοῦ γεννηθέν- 392 τος [περὶ τὴν Ἀργείαν] ἐξ Ἀλκμήνης. τοῦτον δὲ μητρὸς μὲν μὴ παρειληφέναι τίνος ἦν, αὐτὸ δὲ μό- νον ὅτι ῥώμῃ σώματος πολὺ τῶν ἁπάντων διενεγκὼν 20 ἐπῆλθε τὴν οἰκουμένην, κολάζων μὲν τοὺς ἀδίκους, ἀναιρῶν δὲ τὰ τὴν χώραν ἀοίκητον ποιοῦντα θηρία· πᾶσι δ᾿ ἀνθρώποις τὴν ἐλευθερίαν περιποιήσας ἀήτ- τητος μὲν ἐγένετο καὶ ἄτρωτος, διὰ δὲ τὰς εὐερ- γεσίας ἀθανάτου τιμῆς ἔτυχε παρ᾿ ἀνθρώποις. τὸν 2 25 δ᾿ ἐξ Ἀλκμήνης Ἡρακλέα παντελῶς νεώτερον ὄντα, καὶ ζηλωτὴν γενόμενον τῆς τοῦ παλαιιοῦ προαιρέ-
1 τοῦ Reiske, τοὺς cod. 2 ἀποθησαυρίζειν CFG καὶ τὰς — παρέχεσθαι om. ADEN 12 διδύμων om. CFM 17 περὶ τὴν Ἀργείαν om. ADEFGN 19 διενέγκας CF 26 γενόμενον — p. 108, 1 τυχεῖν om. F; ζηλωτὴν τῆς ἀρετῆς τυχεῖν τε τῆς AEGN