Textus Originalis
108 DIODORI SICULI
σεως, διὰ τὰς αὐτὰς αἰτίας τυχεῖν τε τῆς ἀθανα- σίας καὶ χρόνων ἐγγενομένων διὰ τὴν ὁμωνυμίαν δόξαι τὸν αὐτὸν εἶναι, καὶ τὰς τοῦ προτέρου πρά- ξεις εἰς τοῦτον μεταπεσεῖν, ἀγνοούντων τῶν πολ- λῶν τἀληθές. ὁμολογοῦσι δὲ τοῦ παλαιοτέρου θεοῦ 5 κατὰ τὴν Αἴγυπτον πράξεις τε καὶ τιμὰς ἐπιφα- νεστάτας διαμένειν καὶ πόλιν ὑπ᾿ ἐκείνου κτισθεῖσαν. 3 Βριτόμαρτιν δὲ τὴν προσαγορευομένην Δίκτυνναν μυθολογοῦσι γενέσθαι μὲν ἐν Καινοῖ τῆς Κρήτης ἐκ Διὸς καὶ Κάρμης τῆς Εὐβούλου τοῦ γεννηθέντος 10 ἐκ Δήμητρος· ταύτην δ᾿ εὑρέτιν γενομένην δικτύων τῶν εἰς κυνηγίαν προσαγορευθῆναι Δίκτυνναν, καὶ τὰς μὲν διατριβὰς ποιήσασθαι μετὰ τῆς Ἀρτέμιδος, ἀφ᾿ ἧς αἰτίας ἐνίους δοκεῖν τὴν αὐτὴν εἶναι Δίκτυν- νάν τε καὶ Ἄρτεμιν, θυσίαις δὲ καὶ ναῶν κατα- 15 σκευαῖς τετιμῆσθαι παρὰ τοῖς Κρησὶ τὴν θεὸν ταύτην. 4 τοὺς δ᾿ ἱστοροῦντας αὐτὴν ὠνομάσθαι Δίκτυνναν ἀπὸ τοῦ συμφυγεῖν εἰς ἁλιευτικὰ δίκτυα, διωκομέ- νην ὑπὸ Μίνω συνουσίας ἕνεκα, διημαρτηκέναι τῆς ἀληθείας· οὔτε γὰρ τὴν θεὸν εἰς τοιαύτην ἀσθέ- 20 νειαν ἐλθεῖν πιθανὸν ὑπάρχειν ὥστε προσδεηθῆναι τῆς παρ᾿ ἀνθρώπων βοηθείας, τοῦ μεγίστου τῶν θεῶν οὖσαν θυγατέρα, οὔτε τῷ Μίνῳ δίκαιον προσ- άπτειν τοιαύτην ἀσέβειαν, παραδεδομένῳ συμφώνως δικαίαν προαίρεσιν καὶ βίον ἐπαινούμενον ἐζηλω- 25 77 κέναι. Πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆς Κρήτης ἐκ Δήμητρος καὶ Ἰασίωνος, διττῶς ἱστο-
5 μυθολογοῦσι DG 7 κτισθῆναι CFGM 10 χάρμης D 11 εὑρετὴν CD 12 κυνήγια G 16 δὲ] τε cod. 26 τρι- πόδῳ cod., corr. Rhod.