Textus Originalis

V 76. 77. 109

ρουμένης αὐτοῦ τῆς γενέσεως. οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ἰασίωνος καὶ τυγχάνουσαν ἐπιμε- λείας τῆς προσηκούσης ἀνεῖναι τοσοῦτο πλῆθος καρ- πῶν, ὥστε τοὺς ἰδόντας ἴδιον ὄνομα θέσθαι τῷ 5 πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον· διὸ καὶ τοῖς ἐπιγινομένοις παραδόσιμον 393 γενέσθαι τὸ τοὺς πλείω τῶν ἱκανῶν κτησαμένους ἔχειν πλοῦτον. ἔνιοι δὲ μυθολογοῦσιν ἐκ Δήμητρος 2 καὶ Ἰασίωνος γενέσθαι παῖδα Πλοῦτον ὀνομαζόμε- 10 νον, ὃν πρῶτον ἐπιμέλειαν βίου καὶ χρημάτων ἀθροισμὸν καὶ φυλακὴν εἰσηγήσασθαι, τῶν πρὸ τοῦ πάντων ὀλιγώρως ἐχόντων περὶ τὸ σωρεύειν καὶ τηρεῖν ἐπιμελῶς χρημάτων πλῆθος. Περὶ μὲν οὖν τῶν θεῶν οἱ Κρῆτες τῶν παρ᾿ 3 15 αὐτοῖς λεγομένων γεννηθῆναι τοιαῦτα μυθολογοῦσι· τὰς δὲ τιμὰς καὶ θυσίας καὶ τὰς περὶ τὰ μυστήρια τελετὰς ἐκ Κρήτης εἰς τοὺς ἄλλους ἀνθρώπους πα- ραδεδόσθαι λέγοντες τοῦτο φέρουσιν, ὡς οἴονται, μέγιστον τεκμήριον· τήν τε γὰρ παρ᾿ Ἀθηναίοις ἐν 20 Ἐλευσῖνι γινομένην τελετήν, ἐπιφανεστάτην σχεδὸν οὖσαν ἁπασῶν, καὶ τὴν ἐν Σαμοθρᾴκῃ καὶ τὴν ἐν Θρᾴκῃ ἐν τοῖς Κίκοσιν, ὅθεν ὁ καταδείξας Ὀρφεὺς ἦν, μυστικῶς παραδίδοσθαι, κατὰ δὲ τὴν Κρήτην ἐν Κνωσῷ νόμιμον ἐξ ἀρχαίων εἶναι φανερῶς τὰς 25 τελετὰς ταύτας πᾶσι παραδίδοσθαι, καὶ τὰ παρὰ τοῖς ἄλλοις ἐν ἀπορρήτῳ παραδιδόμενα παρ᾿ αὐτοῖς

2 τυχοῦσαν CFG 4 ὄν. θέσθαι] ὀνομάζεσθαι D 6 ἐπιγενομένοις D 10 ὃν om. D 12 τὸ] τοῦ C 20 γε- νομένην D 21 ἐν Σαμοθρᾴκῃ καὶ τὴν om. CFGM 22 ὁ om. D 24 κνώσσω D, κνωσσῷ v. 25 παραδεδομένα CFG