Textus Originalis

110 DIODORI SICULI

μηδένα κρύπτειν τῶν βουλομένων τὰ τοιαῦτα γι- 4 νώσκειν. τῶν γὰρ θεῶν φασι τοὺς πλείστους ἐκ τῆς Κρήτης ὁρμηθέντας ἐπιέναι πολλὰ μέρη τῆς οἰκου- μένης, εὐεργετοῦντας τὰ γένη τῶν ἀνθρώπων καὶ μεταδιδόντας ἑκάστοις τῆς ἐκ τῶν ἰδίων εὑρημάτων 5 ὠφελείας. Δήμητραν μὲν γὰρ περαιωθεῖσαν εἰς τὴν Ἀττικὴν ἐκεῖθεν εἰς Σικελίαν ἀπᾶραι, καὶ μετὰ ταῦτ᾿ εἰς Αἴγυπτον· ἐν δὲ τούτοις τοῖς τόποις μά- λιστα τὸν τοῦ σίτου καρπὸν παραδοῦσαν καὶ τὰ περὶ τὸν σπόρον διδάξασαν μεγάλων τιμῶν τυχεῖν 10 5 παρὰ τοῖς εὖ παθοῦσιν. ὁμοίως δ᾿ Ἀφροδίτην ἐν- διατρῖψαι τῆς μὲν Σικελίας περὶ τὸν Ἔρυκα, τῶν δὲ νήσων περὶ Κύθηρα καὶ Πάφον τῆς Κύπρου, τῆς δὲ Ἀσίας περὶ τὴν Συρίαν· διὰ δὲ τὴν ἐπι- φάνειαν καὶ τὴν ἐπὶ πλέον ἐπιδημίαν αὐτῆς τοὺς 15 ἐγχωρίους ἐξιδιάζεσθαι τὴν θεόν, καλοῦντας Ἀφρο- δίτην Ἐρυκίνην καὶ Κυθέρειαν καὶ Παφίαν, ἔτι δὲ 6 καὶ Συρίαν. ὡσαύτως δὲ τὸν μὲν Ἀπόλλωνα πλεῖ- στον χρόνον φανῆναι περὶ Δῆλον καὶ Λυκίαν καὶ Δελφούς, τὴν δ᾿ Ἄρτεμιν περὶ τὴν Ἔφεσον καὶ τὸν 20 Πόντον, ἔτι δὲ τὴν Περσίδα καὶ τὴν Κρήτην· διό- 7 περ ἀπὸ τῶν τόπων ἢ πράξεων τῶν παρ᾿ ἑκάστοις συντελεσθεισῶν τὸν μὲν Δήλιον καὶ Λύκιον καὶ Πύθιον ὀνομάζεσθαι, τὴν δ᾿ Ἐφεσίαν καὶ Κρησίαν, ἔτι δὲ Ταυροπόλον καὶ Περσίαν, ἀμφοτέρων ἐν 25 8 Κρήτῃ γεγεννημένων. τιμᾶται δὲ καὶ παρὰ τοῖς 394

5 παραδιδόντας CF, μεταπαραδιδόντας D 17 κυθη- ρίαν D πάφειαν D, παφείαν CF 23 καὶ Λύκιον om. D 25 πέρσειαν edit. 26 γεγενημένων cod., corr. Schäfer δὲ] γὰρ C