Textus Originalis

12 DIODORI SICULI

πόλεις παρὰ θάλατταν ἐκτίσθησαν. ἀναμιγνύμενοι δ᾿ ἀλλήλοις καὶ διὰ τὸ πλῆθος τῶν καταπλεόντων Ἑλλήνων τήν τε διάλεκτον αὐτῶν ἔμαθον καὶ ταῖς ἀγωγαῖς συντραφέντες τὸ τελευταῖον τὴν βάρβαρον διάλεκτον ἅμα καὶ τὴν προσηγορίαν ἠλλάξαντο, 5 Σικελιῶται προσαγορευθέντες. 7 Ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες με- ταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς νήσους τὰς ὀνομα- ζομένας Αἰολίδας. αὗται δ᾿ εἰσὶ τὸν μὲν ἀριθμὸν ἑπτά, προσηγορίας δ᾿ ἔχουσι ταύτας, Στρογγύλη 10 καὶ Εὐώνυμος, ἔτι δὲ Διδύμη καὶ Φοινικώδης καὶ Ἐρικώδης, πρὸς δὲ τούτοις Ἱερὰ Ἡφαίστου καὶ Λι- 2 πάρα, καθ᾿ ἣν ὁμώνυμος πόλις καθίδρυται. κεῖν- ται δ᾿ αὗται μεταξὺ Σικελίας καὶ Ἰταλίας ἐπ᾿ εὐ- θείας ἀπὸ πορθμοῦ καὶ τῆς πρὸς ἕω πρὸς δύσιν. 15 ἀπέχουσι δὲ τῆς Σικελίας ὡς ἑκατὸν πεντήκοντα σταδίους, καὶ τὸ μέγεθός εἰσιν ἀλλήλαις παραπλή- σιαι· ἡ δὲ μεγίστη αὐτῶν ἐστι τὴν περίμετρον 3 σταδίων ὡς ἑκατὸν πεντήκοντα. αὗται δὲ πᾶσαι 336 πυρὸς ἐσχήκασιν ἀναφυσήματα μεγάλα, ὧν κρατῆ- 20 ρες οἱ γεγενημένοι καὶ τὰ στόμια μέχρι τοῦ νῦν εἰσι φανερά. ἐν δὲ τῇ Στρογγύλῃ καὶ τῇ Ἱερᾷ μέ- χρι τοῦ νῦν ἐκ τῶν χασμάτων ἐκπίπτει πνεύματος μέγεθος καὶ βρόμος ἐξαίσιος· ἐκφυσᾶται δὲ καὶ ἄμμος καὶ λίθων διαπύρων πλῆθος, καθάπερ ἔστιν 25 4 ὁρᾶν καὶ περὶ τὴν Αἴτνην γινόμενον. λέγουσι γάρ τινες ἐκ τούτων τῶν νήσων ὑπονόμους εἶναι κατὰ

2 τὸ om. v. 5 ἅμα] ἀλλὰ CG 11 καὶ Ἐρικώδης om. AFGM 15 δύσιν] τὴν δύσιν v. 19 ὡς ἑ. π. στα- δίων (καὶ τὸ μέγεθος . . παραπλήσιαι) D