Textus Originalis
V 77. 78. 111
Πέρσαις ἡ θεὸς αὕτη διαφερόντως, καὶ μυστήρια ποιοῦσιν οἱ βάρβαροι, συντελούμενα παρ᾿ ἑτέροις μέχρι τῶν νῦν χρόνων Ἀρτέμιδι Περσίᾳ. παρα- πλήσια δὲ μυθολογοῦσι καὶ περὶ τῶν ἄλλων θεῶν, 5 περὶ ὧν ἡμῖν ἀναγράφειν μακρὸν ἂν εἴη, τοῖς δ᾿ ἀναγινώσκουσι παντελῶς ἀσύνοπτον. Μετὰ δὲ τὰς τῶν θεῶν γενέσεις ὕστερον πολ- 78 λαῖς γενεαῖς φασι γενέσθαι κατὰ τὴν Κρήτην ἥρωας οὐκ ὀλίγους, ὧν ὑπάρχειν ἐπιφανεστάτους τοὺς 10 περὶ Μίνω καὶ ῾Ραδάμανθυν καὶ Σαρπηδόνα. τού- τους γὰρ μυθολογοῦσιν ἐκ Διὸς γεγεννῆσθαι καὶ τῆς Ἀγήνορος Εὐρώπης, ἥν φασιν ἐπὶ ταύρου δια- κομισθῆναι προνοίᾳ θεῶν εἰς τὴν Κρήτην. Μίνω 2 μὲν οὖν πρεσβύτατον ὄντα βασιλεῦσαι τῆς νήσου, 15 καὶ κτίσαι πόλεις οὐκ ὀλίγας ἐν αὐτῇ, τούτων δ᾿ ἐπιφανεστάτας τρεῖς, Κνωσὸν μὲν ἐν τοῖς πρὸς τὴν Ἀσίαν νεύουσι μέρεσι τῆς νήσου, Φαιστὸν δ᾿ ἐπὶ θαλάττης ἐστραμμένην ἐπὶ μεσημβρίαν, Κυδωνίαν δ᾿ ἐν τοῖς πρὸς ἑσπέραν [κεκλιμένοις] τόποις κατ᾿ 20 ἀντικρὺ τῆς Πελοποννήσου. θεῖναι δὲ καὶ νόμους 3 τοῖς Κρησὶν οὐκ ὀλίγους, προσποιούμενον παρὰ Διὸς τοῦ πατρὸς λαμβάνειν, συνερχόμενον εἰς λό- γους αὐτῷ κατά τι σπήλαιον. κτήσασθαι δὲ καὶ δύναμιν ναυτικὴν μεγάλην, καὶ τῶν τε νήσων τὰς 25 πλείστας καταστρέψασθαι καὶ πρῶτον τῶν Ἑλλήνων θαλαττοκρατῆσαι. μεγάλην δὲ δόξαν περιποιησάμε- 4
2 τὰ παρ᾿ ἑτέροις συντελούμενα v. 3 Περσεῖα D 5 ἡμῖν] ἡμῖν μὲν f. 6 εὐσύνοπτον cod., corr. Schäfer 10 καὶ Σαρπηδόνα om. v. 11 γεγενῆσθαι D 12 κομισθῆ- ναι CF 16 κνωσσον D, κνωσσὸν v. 18 ἐπὶ μ.] περὶ μ. D 19 κεκλιμένοις om. D (c. 66, 5) 23 κτίσασθαι D