Textus Originalis

112 DIODORI SICULI

νον ἐπ᾿ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, καταστρέψαι τὸν βίον ἐν Σικελίᾳ κατὰ τὴν ἐπὶ Κώκαλον στρατείαν, περὶ ἧς τὰ κατὰ μέρος ἀνεγράψαμεν ὅτε τὰ περὶ Δαίδαλον ἀνεγράφομεν, δι᾿ ὃν καὶ τὴν στρατείαν συνέβη γενέσθαι. 5 79 ῾Ραδάμανθυν δὲ λέγουσι τάς τε κρίσεις πάντων δικαιοτάτας πεποιῆσθαι καὶ τοῖς λῃσταῖς καὶ ἀσε- βέσι καὶ τοῖς ἄλλοις κακούργοις ἀπαραίτητον ἐπε- νηνοχέναι τιμωρίαν. κατακτήσασθαι δὲ καὶ νήσους οὐκ ὀλίγας καὶ τῆς Ἀσίας πολλὴν τῆς παραθαλατ- 10 τίου χώρας, ἁπάντων ἑκουσίως παραδιδόντων ἑαυ- τοὺς διὰ τὴν δικαιοσύνην. τὸν δὲ ῾Ραδάμανθυν Ἐρύθρῳ μὲν ἑνὶ τῶν αὑτοῦ παίδων παραδοῦναι τὴν βασιλείαν τῶν δι᾿ ἐκεῖνον Ἐρυθρῶν ὀνομασθει- σῶν, Οἰνοπίωνι δὲ τῷ Ἀριάδνης τῆς Μίνω Χίον 15 ἐγχειρίσαι φασίν, ὃν ἔνιοι μυθολογοῦσι Διονύσου γενόμενον μαθεῖν παρὰ τοῦ πατρὸς τὰ περὶ τὴν 395 2 οἰνοποιίαν. τῶν δ᾿ ἄλλων τῶν περὶ αὐτὸν ἡγεμό- νων ἑκάστῳ νῆσον ἢ πόλιν δωρήσασθαι λέγουσι τὸν ῾Ραδάμανθυν, Θόαντι μὲν Λῆμνον, Ἐνυεῖ δὲ 20 Κύρνον, Σταφύλῳ δὲ Πεπάρηθον, Εὐάνθει δὲ Μα- ρώνειαν, Ἀλκαίῳ δὲ Πάρον, Ἀνίωνι δὲ Δῆλον, Ἄν- δρεῖ δὲ τὴν ἀπ᾿ ἐκείνου κληθεῖσαν Ἄνδρον. διὰ δὲ τὴν ὑπερβολὴν τῆς περὶ αὐτὸν δικαιοσύνης με- μυθολογῆσθαι δικαστὴν αὐτὸν ἀποδεδεῖχθαι καθ᾿ 25 ᾅδου καὶ διακρίνειν τοὺς εὐσεβεῖς καὶ τοὺς πονη-

3 ὅτε] ὅταν CD 8 ἐνηνοχέναι cod., corr. Hertl. 13 αὐτοῦ D, ἑαυτοῦ v. 17 τὰ περὶ om. FG 20 Ἐνυεῖ δὲ K. O. Müller, ἔνιοι δὲ ABD, ἐγυεῖ II 21 Κύρνον] Σκῦ- ρον Rochette (Hom. I 668) Σταφύλῳ Heyne, Παμφύλῳ cod. Εὐάνθει Wess., Εὐαμβεῖ cod.