Textus Originalis
V 78. 79. 80. 113
ρούς. τετευχέναι δὲ τῆς αὐτῆς τιμῆς καὶ τὸν Μίνω, βεβασιλευκότα νομιμώτατα καὶ μάλιστα δικαιοσύνης πεφροντικότα. τὸν δὲ τρίτον ἀδελφὸν Σαρπηδόνα 3 φασὶ μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διαβάντα κατα- 5 κτήσασθαι τοὺς περὶ Λυκίαν τόπους. Εὔανδρον δὲ γενόμενον υἱὸν αὐτοῦ διαδέξασθαι τὴν ἐν Λυκίᾳ βασιλείαν, καὶ γήμαντα Δηιδάμειαν τὴν Βελλερο- φόντου τεκνῶσαι Σαρπηδόνα τὸν ἐπὶ Τροίαν μὲν στρατεύσαντα [μετ᾿ Ἀγαμέμνονος], ὑπό τινων δὲ 10 Διὸς υἱὸν ὀνομαζόμενον. Μίνῳ δέ φασιν υἱοὺς 4 γενέσθαι Δευκαλίωά τε καὶ Μόλον· καὶ Δευκα- λίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι. τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετ᾿ Ἀγα- μέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα 15 τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων. καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, Κνωσίου Ἰδομενῆος ὅρα τάφον. αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. 20 τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς. Τούτων δ᾿ ἡμῖν διευκρινημένων λείπεται περὶ 80 τῶν ἐπιμιχθέντων ἐθνῶν τοῖς Κρησὶ διελθεῖν. ὅτι 25 μὲν οὖν πρῶτοι κατῴκησαν τὴν νῆσον οἱ προσαγο- ρευθέντες μὲν Ἐτεόκρητες, δοκοῦντες δ᾿ ὑπάρχειν
9 μετ᾿ Ἀγαμέμνονος del. Dind., κατ᾿ Ἀγ. Wess. 12 ἠδομενέα D 13 ἐνενήκοντα] ὀγδοήκοντα AG et Hom. B 652 16 κνώσω D, κνωσσῷ v. 18 Κνωσσίου CFG ἠδο- μενῆος D 12*