Textus Originalis

114 DIODORI SICULI

αὐτόχθονες, προειρήκαμεν· μετὰ δὲ τούτους πολ- λαῖς γενεαῖς ὕστερον Πελασγοὶ πλανώμενοι διὰ τὰς συνεχεῖς στρατείας καὶ μεταναστάσεις καταντήσαν- τες εἰς τὴν Κρήτην μέρος τῆς νήσου κατῴκησαν. 2 τρίτον δὲ γένος φασὶ τῶν Δωριέων παραβαλεῖν εἰς 5 τὴν νῆσον ἡγουμένου Τεκτάμου τοῦ Δώρου· τού- του δὲ τοῦ λαοῦ μέρος τὸ μὲν πλέον ἀθροισθῆναι 396 λέγουσιν ἐκ τῶν περὶ τὸν Ὄλυμπον τόπων, τὸ δέ τι μέρος ἐκ τῶν κατὰ τὴν Λακωνικὴν Ἀχαιῶν διὰ τὸ τὴν ἀφορμὴν τὸν Δῶρον ἐκ τῶν περὶ Μαλέαν 10 τόπων ποιῆσαι. τέταρτον δὲ γένος συμμιγῆναί φα- σιν εἰς τὴν Κρήτην μιγάδων βαρβάρων τῶν διὰ τὸν χρόνον ἐξομοιωθέντων τῇ διαλέκτῳ τοῖς ἐγχωρίοις 3 Ἕλλησι. μετὰ δὲ ταῦτα τοὺς περὶ Μίνω καὶ ῾Ρα- δάμανθυν ἰσχύσαντας ὑπὸ μίαν ἀγαγεῖν συντέλειαν 15 τὰ ἔθνη τὰ κατὰ τὴν νῆσον. τὸ δὲ τελευταῖον μετὰ τὴν κάθοδον τῶν Ἡρακλειδῶν Ἀργεῖοι καὶ Λακε- δαιμόνιοι πέμποντες ἀποικίας ἄλλας τέ τινας νή- σους ἔκτισαν καὶ ταύτης τῆς νήσου κατακτησάμενοι πόλεις τινὰς ᾤκησαν ἐν αὐταῖς· περὶ ὧν τὰ κατὰ 20 4 μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν. ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφω- νοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθα- νώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκο- 25 λουθήσαμεν, ἃ μὲν Ἐπιμενίδῃ τῷ θεολόγῳ προσ-

4 τῆς νήσου μέρος v. 6 ἡγ. τοῦ Τεκτάμου Δώρου CFGM, ἡγ. τοῦ ἐκγόνου τοῦ τεκτάμου δώρου D (IV 60, 2) 7 τὸ add. Hert. 9 μέρος del. Hert. 11 ποιεῖσθαι Dind., ποιήσασθαι Bek. 16 τὰ add. Wess. 19 ταύτας τὰς νήσους cod., corr. Reiske 20 ᾤκησαν F, ᾤκισαν cet. 21 ἰδίοις] οἰκείοις FG