Textus Originalis

V 80. 81. 115

σχόντες, ἃ δὲ Δωσιάδῃ καὶ Σωσικράτει καὶ Λαο- σθενίδᾳ. Ἐπεὶ δὲ περὶ Κρήτης ἱκανῶς διήλθομεν, περὶ 81 τῆς Λέσβου νῦν λέγειν ἐπιχειρήσομεν. ταύτην γὰρ 5 τὴν νῆσον τὸ παλαιὸν ᾤκησε πλείω γένη, πολλῶν μεταναστάσεων ἐν αὐτῇ γενομένων. ἐρήμου γὰρ οὔσης αὐτῆς πρώτους Πελασγοὺς κατασχεῖν αὐτὴν τοιῷδέ τινι τρόπῳ. Ξάνθος ὁ Τριόπου τῶν ἐξ Ἄρ- 2 γους Πελασγῶν βασιλεύων, καὶ κατασχὼν μέρος τι 10 τῆς Λυκίας χώρας, τὸ μὲν πρῶτον ἐν αὐτῇ κατοι- κῶν ἐβασίλευε τῶν συνακολουθησάντων Πελασγῶν, ὕστερον δὲ περαιωθεὶς εἰς τὴν Λέσβον οὖσαν ἔρη- μον τὴν μὲν χώραν τοῖς λαοῖς ἐμέρισε, τὴν δὲ νῆ- σον ἀπὸ τῶν κατοικούντων αὐτὴν Πελασγίαν ὠνό- 15 μασε, τὸ πρὸ τοῦ καλουμένην Ἴσσαν. ὕστερον δὲ 3 397 γενεαῖς ἑπτὰ γενομένου τοῦ κατὰ Δευκαλίωνα κα- τακλυσμοῦ καὶ πολλῶν ἀνθρώπων ἀπολομένων, συνέβη καὶ τὴν Λέσβον διὰ τὴν ἐπομβρίαν ἐρημω- θῆναι. μετὰ δὲ ταῦτα Μακαρεὺς εἰς αὐτὴν ἀφικό- 20 μενος, καὶ τὸ κάλλος τῆς χώρας κατανοήσας, κατῴ- κησεν αὐτήν. ἦν δ᾿ ὁ Μακαρεὺς υἱὸς μὲν Κρινάκου 4 τοῦ Διός, ὥς φησιν Ἡσίοδος καὶ ἄλλοι τινὲς τῶν ποιητῶν, κατοικῶν δ᾿ ἐν Ὠλένῳ τῆς τότε μὲν Ἰάδος, νῦν δ᾿ Ἀχαΐας καλουμένης. εἶχε δὲ λαοὺς ἠθροι- 25 σμένους, τοὺς μὲν Ἴωνας, τοὺς δ᾿ ἐξ ἄλλων ἐθνῶν παντοδαπῶν συνερρυηκότας. καὶ τὸ μὲν πρῶτον 5 τὴν Λέσβον κατῴκησε, μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον

1 Λαοσθενίδᾳ] Ἀγλαοσθένει C. Robert 9 καὶ om. CF 10 ἐν αὐτῷ CFG 15 Ἴσαν CFG 20 κατώκισεν D 23 Ὠλένῳ] ολενω D