Textus Originalis
116 DIODORI SICULI
αὐξόμενος διά τε τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν ἰδίαν ἐπιείκειάν τε καὶ δικαιοσύνην τὰς σύνεγγυς νήσους κατεκτᾶτο, καὶ διεμέριζε τὴν χώραν ἔρημον 6 οὖσαν. κατὰ δὲ τούτους τοὺς χρόνους Λέσβος ὁ Λαπίθου τοῦ Αἰόλου τοῦ Ἱππότου κατά τι πυθό- 5 χρηστον μετ᾿ οἰκητόρων πλεύσας εἰς τὴν προειρη- μένην νῆσον, καὶ γήμας τὴν θυγατέρα τοῦ Μακα- ρέως Μήθυμναν, κοινῇ κατῴκησε, γενόμενος δ᾿ ἐπιφανὴς ἀνὴρ τήν τε νῆσον Λέσβον ὠνόμασεν ἀφ᾿ ἑαυτοῦ καὶ τοὺς λαοὺς Λεσβίους προσηγόρευσε. 10 7 Μακαρεῖ δὲ θυγατέρες ἐγένοντο σὺν ἄλλαις Μυτι- λήνη καὶ Μήθυμνα, ἀφ᾿ ὧν αἱ πόλεις ἔσχον τὴν προσηγορίαν. ὁ δὲ Μακαρεὺς ἐπιβαλλόμενος τὰς σύνεγγυς νήσους ἰδίας κατασκευάζειν ἐξέπεμψεν ἀποικίαν εἰς πρώτην τὴν Χίον, ἑνὶ τῶν ἑαυτοῦ παί- 15 8 δων παραδοὺς τὴν ἡγεμονίαν· μετὰ δὲ ταῦτα εἰς τὴν Σάμον ἕτερον ἐξέπεμψε τὸν ὀνομαζόμενον Κυ- δρόλαον, ὃς ἐν ταύτῃ κατοικήσας καὶ τὴν νῆσον κατακληρουχήσας ἐβασίλευεν αὐτῆς· τρίτην δὲ τὴν 398 Κῶ κατοικίσας ἀπέδειξεν αὐτῆς βασιλέα Νέανδρον· 20 ἑξῆς δ᾿ εἰς τὴν ῾Ρόδον Λεύκιππον ἐξέπεμψε μετὰ συχνῶν οἰκητόρων, οὓς οἱ τὴν ῾Ρόδον κατοικοῦντες διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἄσμενοι προσεδέξαντο καὶ κοινῇ τὴν νῆσον ᾤκησαν. 82 Τὴν δ᾿ ἀντιπέρας τῶν νήσων κατ᾿ ἐκείνους τοὺς 25 καιροὺς συνέβη διὰ τὸν κατακλυσμὸν μεγάλας καὶ
2 ἰδίαν] ἄλλην DG 4 ὁ Αἰόλου τοῦ Λαπίθου CGM 9 νῆσον om. D 10 προσηγόρευσε] ὠνόμασε CF 11 μιτυ- λίνη D, μιτύλη FG, μιτυλήνη cet. 12 μίθυμνα D 13 ἐπιβαλόμενος v. 17 κυδρολλον DG 19 ἐβασίλευσεν II 20 κατοικήσας cod., corr. Iensius