Textus Originalis
V 81. 82. 83. 117
δεινὰς κατασχεῖν ἀτυχίας· διὰ μὲν γὰρ τὲς ἐπομ- βρίας ἐπὶ πολλοὺς χρόνους ἐφθαρμένων τῶν καρ- πῶν σπάνις τε τῶν ἐπιτηδείων ὑπῆρχε καὶ λοιμικὴ κατάστασις ἐπεῖχε τὰς πόλεις διὰ τὴν τοῦ ἀέρος - 5 φθοράν. αἱ δὲ νῆσοι διαπνεόμεναι καὶ τὸν ἀέρα 2 παρεχόμεναι τοῖς ἐνοικοῦσιν ὑγιεινόν, ἔτι δὲ τοῖς καρποῖς ἐπιτυγχάνουσαι, ἀεὶ μᾶλλον εὐπορίας ἔγε- μον, καὶ ταχὺ τοὺς κατοικοῦντας αὐτὰς μακαρίους ἐποίησαν. διὸ καὶ μακάρων ὠνομάσθησαν νῆσοι, 10 τῆς εὐπορίας τῶν ἀγαθῶν αἰτίας γενομένης τῆς προσηγορίας. ἔνιοι δέ φασιν αὐτὰς μακάρων νή- 3 σους ὠνομάσθαι ἀπὸ Μακαρέως [καὶ Ἴωνος] ὑπὸ τῶν παίδων τούτων δυναστευσάντων [αὐτῶν]. κα- θόλου δ᾿ αἱ προειρημέναι νῆσοι διήνεγκαν εὐδαι- 15 μονίᾳ μάλιστα τῶν σύνεγγυς κειμένων οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν· ἀρετῇ γὰρ χώρας καὶ τόπων εὐ- 4 καιρίαις, ἔτι δ᾿ ἀέρων κράσει, καλλιστεύουσαι κατὰ λόγον καλοῦνται καὶ πρὸς ἀλήθειαν εἰσὶν εὐδαί- 20 μονες. αὐτὸς δ᾿ ὁ Μακαρεὺς ἐν τῇ Λέσβῳ βασι- λεύων [πρῶτον μὲν] νόμον ἔγραψε πολλὰ τῶν κοινῇ συμφερόντων περιέχοντα, ὠνόμασε δ᾿ αὐτὸν λέοντα, ἀπὸ τῆς τοῦ ζῴου δυνάμεως καὶ ἀλκῆς θέμενος τὴν προσηγορίαν. 25 Ὕστερον δὲ τῆς κατὰ τὴν Λέσβον ἀποικίας ἱκα- 83 νοῖς τισι χρόνοις συνέβη τὴν νῆσον τὴν ὀνομαζο-
7 ἀεὶ add. Dind. 12 ἀπὸ] τῶν add. A καὶ Ἴωνος del. Wurm *ὑπὸ] om. A, ἀπὸ cet. 13 *τῶν παίδων τούτων] τούτων τῶν παίδων CD, παίδων τῶν AFG αὐτῶν om. BCD 15 μάλιστα om. CGM 17 εὐκαιρίᾳ CFG 21 πρῶτον μὲν del. Bek.; πρῶτος νόμον μὲν f.