Textus Originalis
118 DIODORI SICULI
μένην Τένεδον κατοικισθῆναι τοιῷδέ τινι τρόπῳ. Τέννης ἦν υἱὸς μὲν Κύκνου τοῦ βασιλεύσαντος Κο- λώνης τῆς ἐν τῇ Τρῳάδι, ἀνὴρ δ᾿ ἐπίσημος δι᾿ ἀρε- 2 τήν. οὗτος οἰκήτορας ἀθροίσας καὶ τὴν ὁρμὴν ἐκ τῆς ἀντιπέρας ἠπείρου ποιησάμενος, κατελάβετο 5 νῆσον ἔρημον οὖσαν τὴν ὀνομαζομένην Λεύκοφρυν· κατακληρουχήσας δ᾿ αὐτὴν τοῖς ὑπ᾿ αὐτὸν ταττο- μένοις, καὶ κτίσας ἐν αὐτῇ πόλιν, ὠνόμασεν ἀφ᾿ 3 ἑαυτοῦ Τένεδον. πολιτευόμενος δὲ καλῶς καὶ πολλὰ τοὺς ἐγχωρίους εὐεργετήσας ζῶν μὲν μεγάλης ἀπο- 10 δοχῆς ἐτύγχανε, τελευτήσας δ᾿ ἀθανάτων τιμῶν ἠξιώθη· καὶ γὰρ τέμενος αὐτοῦ κατεσκεύασαν καὶ θυσίαις ὡς θεὸν ἐτίμων, ἃς διετέλουν θύοντες μέ- 4 χρι τῶν νεωτέρων καιρῶν. οὐ παραλειπτέον δ᾿ 399 ἡμῖν περὶ τῶν παρὰ τοῖς Τενεδίοις μυθολογουμέ- 15 νων περὶ τοῦ κτίσαντος τὴν πόλιν Τέννου· Κύκνον γάρ φασι τὸν πατέρα πιστεύσαντα γυναικὸς διαβο- λαῖς ἀδίκοις τὸν υἱὸν Τέννην εἰς λάρνακα θέντα καταποντίσαι· ταύτην δ᾿ ὑπὸ τοῦ κλύδωνος φερο- μένην προσενεχθῆναι τῇ Τενέδῳ, καὶ τὸν Τέννην 20 παραδόξως σωθέντα θεῶν τινος προνοίᾳ τῆς νήσου βασιλεῦσαι, καὶ γενόμενον ἐπιφανῆ διὰ τὴν δικαιο- σύνην καὶ τὰς ἄλλας ἀρετὰς τυχεῖν ἀθανάτων τι- μῶν. κατὰ δὲ τὰς τῆς μητρυιᾶς διαβολὰς αὐλητοῦ τινος ψευδῶς καταμαρτυρήσαντος, νόμιμον ἔθεντο 25 5 μηδένα αὐλητὴν εἰς τὸ τέμενος εἰσιέναι. κατὰ δὲ τοὺς Τρωικοὺς χρόνους Ἀχιλλέως τὸν Τέννην ἀνε- λόντος καθ᾿ ὃν καιρὸν ἐπόρθησαν οἱ Ἕλληνες τὴν
2 Τένης Dind. 4 ἀθροίσας οἰκήτορας v. 6 οὖσαν om. CFG 18 ἐνθέντα CFG 21 θεοῦ FG