Textus Originalis

V 83. 84. 119

Τένεδον, νόμον ἔθεσαν οἱ Τενέδιοι μηδένα ἐξεῖναι ἐν τῷ τεμένει τοῦ κτίστου ὀνομάσαι Ἀχιλλέα. περὶ μὲν οὖν τῆς Τενέδου καὶ τῶν ἐν αὐτῇ τὸ παλαιὸν οἰκησάντων τοιαῦτα μυθολογοῦσιν. 5 Ἐπεὶ δὲ περὶ τῶν ἀξιολογωτάτων νήσων διήλθο- 84 μεν, περὶ τῶν ἐλαττόνων ἀναγράψομεν. τῶν γὰρ Κυκλάδων νήσων τὸ παλαιὸν ἐρήμων οὐσῶν Μί- νως ὁ Διὸς καὶ Εὐρώπης, βασιλεύων τῆς Κρήτης καὶ μεγάλας δυνάμεις ἔχων πεζάς τε καὶ ναυτικάς, 10 ἐθαλαττοκράτει καὶ πολλὰς ἀποικίας ἐξαπέστειλεν ἐκ τῆς Κρήτης, τῶν δὲ Κυκλάδων νήσων τὰς πλείους κατῴκισε καὶ τοῖς λαοῖς κατεκληρούχησεν, οὐκ ὀλί- γην δὲ καὶ τῆς Ἀσίας τῆς παραθαλαττίου κατέσχε. διόπερ ἐν ταῖς νήσοις ἅμα καὶ κατὰ τὴν Ἀσίαν τὰς 2 15 ἐπωνυμίας ἔχουσι Κρητῶν λιμένες καὶ Μινῷαι κα- λούμεναι. ὁ δὲ Μίνως ἐπὶ πολὺ τῇ δυναστείᾳ προ- κόπτων, καὶ τὸν ἀδελφὸν ῾Ραδάμανθυν ἔχων πάρ- εδρον τῇ βασιλείᾳ, τούτῳ μὲν ἐφθόνησεν ἐπὶ δικαιοσύνῃ θαυμαζομένῳ, βουλόμενος δ᾿ αὐτὸν ἐκ- 20 ποδῶν ποιήσασθαι εἰς τὰς ἐσχατιὰς τῆς ὑπ᾿ αὐτὸν τεταγμένης χώρας ἐξέπεμψεν. ὁ δὲ ῾Ραδάμανθυς 3 διατρίβων εἰς τὰς νήσους τὰς κατ᾿ ἀντικρὺ τῆς Ἰωνίας καὶ Καρίας κειμένας Ἐρυθρον μὲν κτίστην ἐποίησε τῆς ἐπωνύμου πόλεως κατὰ τὴν Ἀσίαν, 25 Οἰνοπίωνα δὲ τὸν Ἀριάδνης τῆς Μίνω υἱὸν κύριον τῆς Χίου κατέστησε. ταῦτα μὲν οὖν ἐπράχθη πρὸ 4

3 οὖν om. D 10 ἀπέστειλεν v. 11 δὲ] τε D τὰς πλείους CE, τὰς πλείους αὐτῶν AD, ἐρήμων οὐσῶν τὰς πλείους αὐτῶν cet. 13 κατέσχεν] hic finiunt ABDENO (O = Vatic. 995 saec. XV) 14 *ἅμα] ἀλλὰ libri 15 καλοῦνται Rhod. 22 εἰς] περὶ Hertl.