Textus Originalis
120 DIODORI SICULI V 84.
τῶν Τρωικῶν· μετὰ δὲ τὴν Τροίας ἅλωσιν Κᾶρες αὐξηθέντες ἐπὶ πλέον ἐθαλαττοκράτησαν, καὶ τῶν Κυκλάδων νήσων κρατήσαντες τινὰς μὲν ἰδίᾳ κα- τέσχον καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας Κρῆτας ἐξ- έβαλον, τινὰς δὲ κοινῇ μετὰ τῶν προενοικούντων 5 Κρητῶν κατῴκησαν. ὕστερον δὲ τῶν Ἑλλήνων αὐξη- θέντων συνέβη τὰς πλείους τῶν Κυκλάδων νήσων 400 οἰκισθῆναι καὶ τοὺς βαρβάρους Κᾶρας ἐξ αὐτῶν ἐκπεσεῖν· περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. 10
4 ἐξέβαλον — κατῴκησαν om. F 9 τὰ add. Dind. Huius libri finem mutilatum esse, ex ea ipsa re effici- tur, quod clausula ceteris libris imposita deest.