Textus Originalis

V 6. 7. 13

γῆς μέχρι τῆς Αἴτνης καὶ τοῖς ἐπ᾿ ἀμφότερα στο- μίοις συνημμένους· διὸ καὶ κατὰ τὸ πλεῖστον ἐναλ- λὰξ κάεσθαι τοὺς ἐν ταύταις ταῖς νήσοις κρατῆρας τῶν κατὰ τὴν Αἴτνην. φασὶ δὲ τὰς Αἰόλου νήσους 5 5 τὸ μὲν παλαιὸν ἐρήμους γεγονέναι, μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Λίπαρον, Αὔσονος ὄντα τοῦ βα- σιλέως υἱόν, ὑπὸ τῶν ἀδελφῶν καταστασιασθῆναι, κυριεύσαντα δὲ νεῶν μακρῶν καὶ στρατιωτῶν ἐκ τῆς Ἰταλίας φυγεῖν εἰς τὴν ἀπὸ τούτου Λιπάραν 10 ὀνομασθεῖσαν· ἐν ταύτῃ δὲ τὴν ἐπώνυμον αὐτοῦ πόλιν κτίσαι, καὶ τὰς ἄλλας νήσους τὰς προειρη- μένας γεωργῆσαι. τούτου δὲ γεγηρακότος Αἰόλον 6 τὸν Ἱππότου μετά τινων παραβαλόντα εἰς τὴν Λι- πάραν τὴν τοῦ Λιπάρου θυγατέρα γῆμαι Κυάνην· 15 καὶ τοὺς λαοὺς κοινῇ μετὰ τῶν ἐγχωρίων πολιτεύε- σθαι ποιήσας ἐβασίλευσε τῆς νήσου. τῷ δὲ Λι- πάρῳ τῆς Ἰταλίας ἐπιθυμοῦντι συγκατεσκεύασεν αὐτῷ τοὺς περὶ τὸ Σύρρεντον τόπους, ὅπου βασι- λεύσας καὶ μεγάλης ἀποδοχῆς τυχὼν ἐτελεύτησε· 20 ταφεὶς δὲ μεγαλοπρεπῶς τιμῶν ἔτυχεν ἡρωικῶν παρὰ τοῖς ἐγχωρίοις. ὁ δ᾿ Αἴολος οὗτός ἐστι πρὸς 7 ὃν μυθολογοῦσι τὸν Ὀδυσσέα κατὰ τὴν πλάνην ἀφικέσθαι. γενέσθαι δ᾿ αὐτόν φασιν εὐσεβῆ καὶ δίκαιον, ἔτι δὲ καὶ πρὸς τοὺς ξένους φιλάνθρωπον· 25 πρὸς δὲ τούτοις τὴν τῶν ἱστίων χρείαν τοῖς ναυτι- κοῖς ἐπεισηγήσασθαι, καὶ ἀπὸ τῆς τοῦ πυρὸς προ- σημασίας παρατετηρηκότα προλέγειν τοὺς ἐγχωρίους

6 Λιπαρόν v. 12 Αἴολον cod. 14 τὴν] τήν τε D 15 λάους] ἄλλους CF 18 αὐτῷ del. Reiske; τοῦ Λιπάρου . . ἐπιθυμοῦντος f. συρεντον D 21 Αἴολος cod. 26 ἀπὸ τῆς] τὰς ἀπὸ f. 27 τοῖς ἐγχωρίοις A