Textus Originalis
FRAGMENTA LIBRI VI.
[Τῶν βίβλων ἡμῖν ἓξ μὲν αἱ πρῶται περιέχουσι τὰς πρὸ τῶν Τρωικῶν πράξεις καὶ μυθολογίας, καὶ τούτων αἱ μὲν προηγούμεναι τρεῖς τὰς βαρβαρικάς, αἱ δ᾿ ἑξῆς σχεδὸν τὰς τῶν Ἑλλήνων ἀρχαιολογίας. 5 Diodorus I 4, 6.] Ταῦτα ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν 1 (c. 56—61). ὁ δ᾿ αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου τοῦ Μεσσηνίου γραφῆς ἐπικυροῖ τὴν αὐ- τὴν θεολογίαν, ὧδε κατὰ λέξιν φάσκων· 10 Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ τῶν ἀν- 2 θρώπων τοῖς μεταγενεστέροις παραδεδώκασιν ἐν- νοίας· τοὺς μὲν γὰρ ἀιδίους καὶ ἀφθάρτους εἶναί φασιν, οἷον ἥλιόν τε καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα τὰ κατ᾿ οὐρανόν, πρὸς δὲ τούτοις ἀνέμους καὶ τοὺς 15 ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας· τούτων γὰρ ἕκαστον ἀίδιον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν· ἑτέρους δὲ λέγουσιν ἐπιγείους γενέσθαι θεούς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθα- νάτου τετευχότας τιμῆς τε καὶ δόξης, οἷον Ἡρακλέα, 20 Διόνυσον, Ἀρισταῖον, καὶ τοὺς ἄλλους τοὺς τού- τοις ὁμοίους. περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ 3 καὶ ποικίλοι παραδέδονται λόγοι παρὰ τοῖς ἱστορι-