Textus Originalis
14 DIODORI SICULI
ἀνέμους εὐστόχως, ἐξ οὗ ταμίαν αὐτὸν εἶναι τῶν ἀνέμων ὁ μῦθος ἀνέδειξε· διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐσεβείας φίλον τῶν θεῶν ὀνομασθῆναι. 8 Τοῦ δ᾿ Αἰόλου υἱοὺς γενέσθαι τὸν ἀριθμὸν ἕξ, Ἀστύοχον καὶ Ξοῦθον καὶ Ἀνδροκλέα, πρὸς δὲ τού- 5 τοις Φεραίμονα καὶ Ἰόκαστον καὶ Ἀγάθυρνον· πάν- τας δὲ τούτους διά τε τὴν τοῦ πατρὸς δόξαν καὶ διὰ τὰς ἀρετὰς ἀποδοχῆς μεγάλης τυχεῖν· τούτων δ᾿ Ἰόκαστος μὲν τῆς Ἰταλίας ἀντεχόμενος ἐβασίλευσε τῆς παραλίας μέχρι τῶν κατὰ τὸ ῾Ρήγιον τόπων, 10 Φεραίμων δὲ καὶ Ἀνδροκλῆς ἐδυνάστευσαν τῆς Σι- κελίας ἀπὸ [τοῦ] πορθμοῦ μέχρι τῶν κατὰ τὸ Λιλύ- 337 βαιον τόπων. ταύτης δὲ τῆς χώρας τὰ μὲν πρὸς ἕω κεκλιμένα μέρη κατῴκουν Σικελοί, τὰ δὲ πρὸς 2 δυσμὰς Σικανοί. ταῦτα δὲ τὰ ἔθνη πρὸς ἄλληλα 15 διεφέροντο, τοῖς δ᾿ Αἰόλου παισὶ τοῖς προειρημέ- νοις ἑκουσίως ὑπήκουον διά τε τὴν τοῦ πατρὸς Αἰόλου διαβεβοημένην εὐσέβειαν καὶ διὰ τὴν αὐτῶν ἐκείνων ἐπιείκειαν. ἐβασίλευσε δὲ καὶ Ξοῦθος τῆς περὶ τοὺς Λεοντίνους χώρας, ἥτις ἀπ᾿ ἐκείνου μέχρι 20 τοῦ νῦν χρόνου Ξουθία προσαγορεύεται. Ἀγά- θυρνος δὲ βασιλεύσας τῆς νῦν ὀνομαζομένης Ἀγα- θυρνίτιδος χώρας ἔκτισε πόλιν τὴν ἀπ᾿ αὐτοῦ κλη- θεῖσαν Ἀγάθυρνον. Ἀστύοχος δὲ τῆς Λιπάρας ἔσχε 3 τὴν ἡγεμονίαν. πάντες δ᾿ οὗτοι μιμησάμενοι τὴν 25 τοῦ πατρὸς εὐσέβειάν τε καὶ δικαιοσύνην μεγάλης
6 Φερήμονα D, Φεράμονα CG Ιοκάστην CD 8 διὰ om. D 9 Ἰοκάστης CD 11 Φερέμων D, Φεράμων CG 12 τοῦ om. D (c. 7, 2) 16 Αἰόλου D¹ 17 ὑπήκουε C, ὑπήκουσε FG 22 ἀγαθυρνήτιδος D 24 ἀγάθυρναν D²