Textus Originalis

132 DIODORI SICULI

ὑστερεῖ τῶν Τρωικῶν ἔτεσι τρισὶ πλείοσι τῶν τε- 2 τρακοσίων καὶ τριάκοντα. Αἰνείας γὰρ μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐτῶν τριῶν παρελθόντων παρέ- λαβε τὴν τῶν Λατίνων βασιλείαν, καὶ κατασχὼν τριετῆ χρόνον ἐξ ἀνθρώπων ἠφανίσθη καὶ τιμῶν 5 3 ἔτυχεν ἀθανάτων. τὴν δ᾿ ἀρχὴν διαδεξάμενος Ἀσ- κάνιος υἱὸς ἔκτισεν Ἄλβαν τὴν νῦν καλουμένην Λόγγαν, ἣν ὠνόμασεν ἀπὸ τοῦ ποταμοῦ τοῦ τότε μὲν Ἄλβα καλουμένου, νῦν δὲ Τιβέρεως ὀνομαζο- 4 μένου. περὶ δὲ τῆς προσηγορίας ταύτης Φάβιος ὁ 10 τὰς ῾Ρωμαίων πράξεις ἀναγράψας ἄλλως μεμυθολό- γηκε. φησὶ γὰρ Αἰνείᾳ γενέσθαι λόγιον, τετράπουν αὐτῷ καθηγήσεσθαι πρὸς κτίσιν πόλεως· μέλλοντος δ᾿ αὐτοῦ θύειν ὗν ἔγκυον τῷ χρώματι λευκήν, ἐκ- φυγεῖν ἐκ τῶν χειρῶν, καὶ διωχθῆναι πρός τινα 15 λόφον, πρὸς ᾧ κομισθεῖσαν τεκεῖν τριάκοντα χοί- 5 ρους. τὸν δὲ Αἰνείαν τό τε παράδοξον θαυμάσαντα καὶ τὸ λόγιον ἀνανεούμενον ἐπιχειρῆσαι μὲν οἰκίσαι τὸν τόπον, ἰδόντα δὲ κατὰ τὸν ὕπνον ὄψιν ἐναργῶς διακωλύουσαν καὶ συμβουλεύουσαν μετὰ τριάκοντα 20 ἔτη κτίζειν, ὅσοσπερ ὁ τῶν τεχθέντων ἀριθμὸς ἦν, ἀποστῆναι τῆς προθέσεως. 6 Post Aeneam defunctum Askanus eiusdem filius regnum assumpsit: (dehinc vero) annis XXX trans- actis collem aedificavit (i. e. aedificiis complevit), 25 et urbem Albam appellavit ad porcae colorem: nam

13 καθηγήσασθαι et 18 οἰκῆσαι Sync., corr. Wess. 22 ἀποστῆναι] δὲ add. cod., δὴ Gutschmid 23 Verba Eusebi quae sequuntur Latina sunt ex lingua Armenia ab H. Peter- mann translata.