Textus Originalis
V 7. 8. 9. 15
ἐτύγχανον ἀποδοχῆς. ἐπὶ πολλὰς δὲ γενεὰς τῶν ἐκγόνων διαδεχομένων τὰς δυναστείας, τὸ τελευταῖον οἱ ἀπ᾿ Αἰόλου γεγονότες βασιλεῖς κατὰ τὴν Σικε- λίαν διελύθησαν. 5 Μετὰ δὲ ταῦτα οἱ μὲν Σικελοὶ τοῖς ἀρίστοις τῶν 9 ἀνδρῶν τὰς ἡγεμονίας ἐνεχείριζον, οἱ δὲ Σικανοὶ περὶ τῆς δυναστείας διαφερόμενοι πρὸς ἀλλήλους ἐπολέμουν ἐπὶ πολλοὺς χρόνους. μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσιν ὕστερον, πάλιν τῶν νήσων ἐξερη- 10 μουμένων ἀεὶ καὶ μᾶλλον, Κνίδιοί τινες καὶ ῾Ρόδιοι δυσαρεστήσαντες τῇ βαρύτητι τῶν κατὰ τὴν Ἀσίαν βασιλέων ἔγνωσαν ἀποικίαν ἐκπέμπειν. διόπερ προ- 2 στησάμενοι σφῶν αὐτῶν ἡγεμόνα Πένταθλον τὸν Κνίδιον, ὃς ἦν ἀναφέρων τὸ γένος εἰς Ἱππότην τὸν 15 ἀφ᾿ Ἡρακλέους γεγονότα, κατὰ τὴν ὀλυμπιάδα τὴν πεντηκοστήν, ἣν ἐνίκα στάδιον Ἐπιτελίδας Λάκων, οἱ δ᾿ οὖν περὶ τὸν Πένταθλον πλεύσαντες τῆς Σι- κελίας εἰς τοὺς κατὰ τὸ Λιλύβαιον τόπους κατέλα- βον Ἐγεσταίους καὶ Σελινουντίους διαπολεμοῦντας 20 πρὸς ἀλλήλους. πεισθέντες δὲ τοῖς Σελινουντίοις 3 συμμαχεῖν πολλοὺς ἀπέβαλον κατὰ τὴν μάχην, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Πένταθλος. διόπερ οἱ περιλει- φθέντες, ἐπειδὴ κατεπολεμήθησαν οἱ Σελινούντιοι, διέγνωσαν ἀπιέναι πάλιν ἐπ᾿ οἴκου· ἑλόμενοι δ᾿ 25 ἡγεμόνας τοὺς οἰκείους τοῦ Πεντάθλου Γόργον καὶ Θέστορα καὶ Ἐπιθερσίδην, ἀπέπλεον διὰ τοῦ Τυρ- ρηνικοῦ πελάγους. προσπλευσάντων δ᾿ αὐτῶν τῇ 4
3 αιολοῦ D 10 Κνιδίοις (-ίους FG) τινας καὶ ῾Ροδίοις (-ίους FG) δυσαρεστήσαντας DFG 12 γνῶναι FG διόπερ del. Reiske 16 ὁ Λάκων v.