Textus Originalis
148 DIODORI SICULI
2 Καὶ μὴ συγχωρηθείσης μηδὲ λαθραίας συμπλο- κῆς πρὸς ἄνδρα· μηδένα γὰρ οὕτω παραφρονήσειν ὥστε ἐφημέρου χάριν ἡδονῆς τὰ μακαριζόμενα τοῦ βίου παντὸς ἀντικαταλλάξασθαι. [Exc. Vat. p. 4.] 3 Ὅτι Νεμέτωρ ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ στερηθεὶς 5 τῆς βασιλείας, ὃς Ἀμόλιος ἐκαλεῖτο, ἐβασίλευσε δὲ Ἀλβανῶν, τοὺς ἰδίους υἱωνοὺς παρ᾿ ἐλπίδας ἀνα- γνωρίσας ῾Ρέμον καὶ ῾Ρωμύλον, ἐπεβούλευσε κατὰ τοῦ ἰδίου ἀδελφοῦ περὶ ἀναιρέσεως. ὃ καὶ γέγονε· μεταπεμψάμενοι γὰρ τοὺς νομεῖς ὥρμησαν ἐπὶ τὰ 10 βασίλεια, καὶ ἐντὸς τῶν θυρῶν εἰσεβιάσαντο καὶ τοὺς ὑφισταμένους ἀνῄρουν, ὕστερον δὲ καὶ αὐτὸν τὸν Ἀμόλιον. [Exc. Escor. p. 12 Fed., Müll. fr. II p. IX.] 4 Ὅτι τούτων ἐκτεθέντων, ἐπειδὴ τοῦ χρόνου 15 προϊόντος ἠνδρώθησαν, πολὺ διέφερον τῶν ἄλλων κάλλει καὶ ῥώμῃ. διὸ καὶ πᾶσι τοῖς ποιμνίοις ἀσφά- λειαν παρείχοντο, ῥᾳδίως τοὺς λῃστεύειν εἰωθότας ἀποκρουόμενοι, καὶ πολλοὺς μὲν ἀναιροῦντες τῶν ἐπιτιθεμένων, ἐνίους δὲ καὶ ζῶντας συλλαμβάνοντες. 20 2 χωρὶς δὲ τῆς ἐν τούτῳ φιλοτιμίας ὑπῆρχον ἅπασι τοῖς πλησίον νομεῦσι προσφιλεῖς, ταῖς τε ὁμιλίαις συνόντες καὶ τὸν ἑαυτῶν τρόπον μέτριον καὶ κοινὸν τοῖς δεομένοις ἀναδεικνύντες. διὸ καὶ τῆς πάντων ἀσφαλείας ἐν τούτοις κειμένης, οἱ πλεῖστοι τούτοις 25 ὑπετάττοντο καὶ τὸ παραγγελλόμενον ἐποίουν συν- τρέχοντες εἰς οὓς προστάξαιεν τόπους. [Exc. de virt. et vit. p. 225 V., 547 W.]
1 μηδὲ Krebs, μήτε cod. 7 υἱωνοὺς Feder, υἱοὺς cod. 12 τοὺς add. Müller