Textus Originalis
VIII 2. 3. 4. 5. 6. 149
Ὅτι ὀρνιθευομένων ῾Ρέμου καὶ ῾Ρωμύλου περὶ 5 οἰκισμοῦ πόλεως, καὶ ἐκ τῶν δεξιῶν μερῶν διοση- μείαν γενέσθαι, φασὶ καταπλαγέντα τὸν ῾Ρέμον ἐπι- φθεγξάμενον εἰπεῖν τῷ ἀδελφῷ, ὅτι ἐν ταύτῃ τῇ 5 πόλει πολλάκις ἐπαριστέροις βουλεύμασιν ἐπιδέξιος ἀκολουθήσει τύχη· προπετῶς γὰρ αὐτὸν τὸν ἄγγελον ἀποστείλαντος καὶ τὸ καθ᾿ αὑτὸν μέρος ὅλως ἡμαρ- τηκότος ὑπὸ ταὐτομάτου διωρθῶσθαι τὴν ἄγνοιαν. [Exc. Vat. p. 5.] 10 Ὅτι ὁ ῾Ρωμύλος κτίζων τὴν ῾Ρώμην τάφρον πε- 6 ριέβαλε τῷ Παλατίῳ κατὰ σπουδήν, μή τινες τῶν περιοίκων ἐπιβάλωνται κωλύειν αὐτοῦ τὴν προαί- ρεσιν. ὁ δὲ ῾Ρέμος βαρέως φέρων ἐπὶ τῷ διεσφάλ- θαι τῶν πρωτείων, φθονῶν δὲ τῆς εὐτυχίας τῷ 15 ἀδελφῷ, προσιὼν τοῖς ἐργαζομένοις ἐβλασφήμει· ἀπεφήνατο γὰρ στενὴν εἶναι τὴν τάφρον, καὶ ἐπι- σφαλῆ ἔσεσθαι τὴν πόλιν, τῶν πολεμίων ῥᾳδίως αὐτὴν ὑπερβαινόντων. ὁ δὲ ῾Ρωμύλος ὠργισμένος 2 ἔφη, Παραγγελῶ πᾶσι τοῖς πολίταις ἀμύνασθαι τὸν 20 ὑπερβαίνειν ἐπιχειροῦντα. καὶ πάλιν ὁ ῾Ρέμος τοῖς ἐργαζομένοις ὀνειδίζων ἔφη στενὴν κατασκευάζειν τὴν τάφρον· εὐχερῶς γὰρ ὑπερβήσεσθαι τοὺς πο- λεμίους· καὶ γὰρ αὐτὸς ῥᾳδίως τοῦτο πράττειν· καὶ ἅμα ταῦτα λέγων ὑπερήλατο. ἦν δέ τις Κέλερος, 3 25 εἷς τῶν ἐργαζομένων, ὃς ὑπολαβών, Ἐγὼ δέ, φησίν, ἀμυνοῦμαι τὸν ὑπερπηδῶντα κατὰ τὸ πρόσταγμα
6 τύχη Dind., δίκη cod. 8 ἀπὸ Hertl. διορθώσα- σθαι cod., corr. Dind. 14 τοῦ ἀδελφοῦ cod., corr. Krebs 18 ὀργισάμενος cod., corr. Dind. 23 πράττειν cod. (Herw. spic. p. 3), πράξει Mai, πράξειν Krebs (et Herw. p. 16!)