Textus Originalis
150 DIODORI SICULI
τοῦ βασιλέως, καὶ ἅμα ταῦτα λέγων ἀνέτεινε τὸ σκαφεῖον καὶ πατάξας τὴν κεφαλὴν ἀπέκτεινε τὸν ῾Ρέμον. [Exc. Vat. p. 5.] 7 Ὅτι Πολυχάρη Μεσσήνιον πλούτῳ καὶ γένει δια- φέροντα συνθέσθαι ἀγελῶν κοινωνίαν πρὸς Εὔ- 5 αιφνον Σπαρτιάτην. ὃν εἰς ἐπιμέλειαν καὶ φυλα- κὴν παραλαβόντα τάς τε ἀγέλας καὶ τοὺς νομεῖς ἐπιχειρῆσαι μὲν πλεονεκτεῖν, καταφανῆ δὲ γενέσθαι. 2 πωλήσαντα γὰρ ἐμπόροις τῶν τε βοῶν καὶ τῶν νο- μέων τινὰς ἐπ᾿ ἐξαγωγῇ προσποιηθῆναι τὴν ἀπώ- 10 λειαν αὐτῶν ὑπὸ λῃστῶν γεγονέναι βιαίως. τοὺς δὲ ἐμπόρους εἰς Σικελίαν πλέοντας κομίζεσθαι παρὰ τὴν Πελοπόννησον· γενομένου δὲ χειμῶνος προσορ- μισθῆναι τῇ γῇ, καὶ τοὺς νομεῖς νυκτὸς ἀποβάντας διαδρᾶναι τῇ τῶν τόπων ἐμπειρίᾳ πιστεύσαντας. 15 3 παραγενηθέντων δὲ αὐτῶν εἰς Μεσσήνην, καὶ τῷ κυρίῳ πᾶσαν τὴν ἀλήθειαν εἰπόντων, τὸν Πολυχάρη τούτους μὲν κρύψαι, τὸν δὲ κοινωνὸν ἐκ τῆς Σπάρ- 4 της μεταπέμψασθαι. διαβεβαιουμένου δὲ αὐτοῦ καὶ λέγοντος τῶν νομέων τοὺς μὲν ὑπὸ λῃστῶν ἀφῃρ- 20 πάσθαι, τοὺς δὲ τετελευτηκέναι, τὸν Πολυχάρη προ- άγειν τοὺς ἄνδρας. οὓς ἰδόντα τὸν Εὔαιφνον κα- ταπλαγῆναι, καὶ φανερῶς ἐλεγχόμενον τραπῆναι πρὸς δέησιν, καὶ τάς τε βοῦς ἀποκαταστήσειν ἐπαγγελέ- σθαι καὶ πᾶσαν προέσθαι φωνὴν εἰς τὸ σωθῆναι. 25 5 τὸν δὲ Πολυχάρη ἐντραπέντα τὴν ξενίαν κρύψαι τὴν
3 Περὶ ῾Ρωμύλου καὶ ῾Ρέμου Διονύσιος ὁ Ἁλικαρνασεὺς ἱστορεῖ, Δίων τε καὶ Διόδωρος. [Tzetz. schol. ad Exeges. Iliad. p. 141, 21.] 5 ἀγελῶν Krebs, μεθὼν cod. 11 βιαίων cod., corr. Dind. 21 τὸν Dind., τὸν δὲ cod.