Textus Originalis
16 DIODORI SICULI
Λιπάρᾳ καὶ φιλόφρονος ἀποδοχῆς τυχόντων, ἐπεί- σθησαν κοινῇ μετὰ τῶν ἐγχωρίων κατοικῆσαι τὴν Λιπάραν, ὄντων τῶν ἀπ᾿ Αἰόλου περιλελειμμένων ὡς πεντακοσίων. ὕστερον δὲ τῶν Τυρρηνῶν λῃ- στευόντων τὰ κατὰ θάλατταν πολεμούμενοι κατε- 5 σκευάσαντο ναυτικόν, καὶ διελόμενοι σφᾶς αὐτοὺς οἱ μὲν ἐγεώργουν τὰς νήσους κοινὰς ποιήσαντες, οἱ δὲ πρὸς τοὺς λῃστὰς ἀντετάττοντο· καὶ τὰς οὐ- σίας δὲ κοινὰς ποιησάμενοι καὶ ζῶντες κατὰ συσ- 338 σίτια, διετέλεσαν ἐπί τινας χρόνους κοινωνικῶς 10 5 βιοῦντες. ὕστερον δὲ τὴν μὲν Λιπάραν, καθ᾿ ἣν καὶ ἡ πόλις ἦν, διενείμαντο, τὰς δ᾿ ἄλλας ἐγεώρ- γουν κοινῇ. τὸ δὲ τελευταῖον πάσας τὰς νήσους εἰς εἴκοσι ἔτη διελόμενοι πάλιν κληρουχοῦσιν, ὅταν ὁ χρόνος οὗτος διέλθῃ. μετὰ δὲ ταῦτα πολλαῖς 15 ναυμαχίαις ἐνίκησαν τοὺς Τυρρηνούς, καὶ ἀπὸ τῶν λαφύρων πλεονάκις ἀξιολόγους δεκάτας ἀνέθεσαν εἰς Δελφούς. 10 Λείπεται δ᾿ ἡμῖν περὶ τῆς τῶν Λιπαραίων πό- λεως τὰς αἰτίας ἀποδοῦναι, δι᾿ ἃς ἐν τοῖς ὕστερον 20 χρόνοις ἔλαβεν αὔξησιν οὐ μόνον πρὸς εὐδαιμο- νίαν, ἀλλὰ καὶ πρὸς δόξαν. αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις· οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατ᾿ αὐτὴν λουτρὰ πολλὰ 25 συμβάλλεται, ἀλλὰ καὶ κατὰ τὴν τῶν θερμῶν ὑδά- των ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ
1 φιλοφρόνως cod., corr. Bek. 3 αἰολοῦ D¹ 5 τὰ om. CF κατεσκεύασαν τὸ cod., corr. D² et Poppo 16 τοὺς om. CD 26 τῶν E, ἐκ τῶν cet.