Textus Originalis
VIII 6. 7. 8. 151
πρᾶξιν, καὶ τὸν υἱὸν συναποστεῖλαι τῷ Σπαρτιάτῃ πρὸς τὸ τυχεῖν τῶν δικαίων. Εὔαιφνον δὲ καὶ τῶν ἐπαγγελιῶν ἐπιλαθέσθαι τόν τε εἰς Σπάρτην συν- εκπεμφθέντα νεανίσκον ἀνελεῖν. οὗ συντελεσθέντος 6 5 τὸν Πολυχάρη ὡς ἐπὶ τηλικούτοις ἀνομήμασιν ἀγα- νακτεῖν καὶ τὸν αἴτιον ἐξαιτεῖν. τοὺς δὲ Λακεδαι- μονίους τούτῳ μὴ προσέχειν, τὸν δὲ υἱὸν Εὐαίφνου μετ᾿ ἐπιστολῆς εἰς Μεσσήνην ἀποστεῖλαι δηλοῦντα, διότι Πολυχάρης εἰς Σπάρτην κατηγορείτω περὶ ὧν 10 ἔπαθεν ἐπί τε τῶν ἐφόρων καὶ τῶν βασιλέων. τὸν δὲ Πολυχάρη τυχόντα τῶν ἴσων τόν τε νεανίσκον ἀνελεῖν καὶ τὴν πόλιν ῥυσιάζειν. [Exc. de virt. et vit. p. 226 V., 548 W.] Ὅτι τῶν κυνῶν ὠρυομένων καὶ τῶν Μεσσηνίων 8 15 ἀπελπιζόντων προσελθών τις τῶν πρεσβυτέρων πα- ρεκάλει τὰ πλήθη μὴ προσέχειν τοῖς μάντεσι σχε- διάζουσι· καὶ γὰρ καὶ ἐπὶ τῶν ἰδίων βίων αὑτοὺς πλείστοις ἁμαρτήμασι περιπίπτειν, ὡς μὴ δυναμέ- νους προϊδέσθαι τὸ μέλλον, καὶ νῦν ὑπὲρ ὧν εἰκὸς 20 μόνους τοὺς θεοὺς γινώσκειν ἀδυνατεῖν ἀνθρώπους ὄντας ἐπίστασθαι. παρεκελεύετο οὖν πέμπειν εἰς 2 Δελφούς. ἡ δὲ Πυθία ἀνεῖλεν οὕτως. ἐκ τοῦ Αἰ- πυτιδῶν γένους θῦσαι κόρην τὴν τυχοῦσαν· ἐὰν δὲ ἡ λαχοῦσα ἀδυνατῇ καθοσιωθῆναι, θῦσαι τότε 25 παρθένον τὴν τοῦ διδόντος ἑκουσίως ἐκ τοῦ αὑτοῦ γένους. καὶ ταῦτα πράξαντες ἕξετε νίκην τοῦ πο-
7 μὴ] μὲν μὴ Reiske 9 κατηγορεῖτο Peiresc., κατη- γορεῖται Vales., corr. Reiske 11 Πολυχάρη] Εὔαιφνον cod. 12 πόλιν] ἔπαυλιν vel ποινήν conicio (cf. Suid. s. v. ῥυσιάζειν) 20 ἀδύνατον cod., corr. Dind. 23 τυχοῦσαν] λαχοῦσαν Krebs 25 αὑτοῦ Krebs