Textus Originalis
152 DIODORI SICULI
3 λέμου καὶ κράτος. . . . . . . οὐδεμιᾶς γὰρ τιμῆς μέ- γεθος ἰσόρροπον ἐφαίνετο τοῖς γονεῦσι πρὸς τὴν τῶν τέκνων σωτηρίαν, ἀλλ᾿ ἅμα μὲν ὁ τῆς συγγε- νείας ἔλεος ἑκάστῳ ὑπεδύετο πρὸ ὀφθαλμῶν λαμ- βάνοντι τὴν σφαγήν, ἅμα δὲ ἐνετρέπετο προδότης 5 γενέσθαι τέκνου πρὸς ὁμολογούμενον ὄλεθρον. [Exc. Vat. p. 6.] 9 Προέπιπτεν εἰς ἀνάξια τῆς περὶ αὐτὸν δόξης ἁμαρτήματα· δεινὸς γὰρ ὁ ἔρως σφῆλαι τοὺς νέους, καὶ μάλιστα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῇ τοῦ 10 σώματος ῥώμῃ. διὸ καὶ παρεισήγαγον οἱ παλαιοὶ τῶν μυθογράφων τὸν ὑπὸ τῶν ἄλλων ἀνίκητον Ἡρακλέα ὑπὸ τῆς τούτου δυνάμεως νικώμενον. [Exc. Vat. p. 6.] 10 Ὅτι Ἀρχίας ὁ Κορίνθιος ἐραστὴς ὢν Ἀκταίωνος 15 τὸ μὲν πρῶτον προσέπεμπέ τινα τῷ παιδί, θαυμα- στὰς ἐπαγγελίας ποιούμενος· οὐ δυνάμενος δὲ αὐτὸν ἀναλαβεῖν παρὰ τὴν τοῦ πατρὸς καλοκἀγαθίαν καὶ τὴν αὑτοῦ τοῦ παιδὸς σωφροσύνην, ἤθροισε τῶν συνήθων τοὺς πλείστους, ὡς βιασόμενος τὸν ἐν 20 2 χάριτι καὶ δεήσει μὴ ὑπακούοντα. τέλος δὲ μεθυ- σθεὶς μετὰ τῶν συμπαρακληθέντων ἐπὶ τοσοῦτον ἀνοίας προέπεσεν ὑπὸ τοῦ πάθους, ὥστε εἰς τὴν οἰκίαν ἐμπεσὼν τοῦ Μελίσσου τὸν παῖδα βιαίως 3 ἀπήγαγεν. ἀντεχομένου δὲ τοῦ πατρὸς καὶ τῶν ἄλ- 25 λων τῶν κατὰ τὴν οἰκίαν, παρ᾿ ἀμφοτέροις φιλο- τιμίας βιαιοτέρας γενομένης ἔλαθεν ὁ παῖς ἐν ταῖς χερσὶ τῶν ἀντεχομένων ἀφεὶς τὴν ψυχήν, ὥστε τὸ
16 προέπεμπε v., corr. Reiske 20 ἐν del. Herw. 23 προσέπεσεν v., corr. Dind. 25 ἀπῆγεν malim