Textus Originalis
VIII 8. 9. 10. 11. 12. 153
παράδοξον τῆς πράξεως ἀναλογιζομένους ἐλεεῖν ἅμα τὴν τοῦ παθόντος συμφορὰν καὶ θαυμάζειν τὴν τῆς τύχης περιπέτειαν· ᾧ γὰρ ὁ παῖς τῆς αὐτῆς ἐκεί- 4 νης ἔτυχε προσηγορίας, τούτῳ τὴν ὁμοίαν τοῦ βίου 5 καταστροφὴν ἔσχεν, ἑκατέρων ὑπὸ τῶν μάλιστα ἂν βοηθησάντων τοῦ ζῆν παραπλησίῳ τρόπῳ στερη- θέντων. Ὅτι Ἀγαθοκλῆς ἐπιστάτης αἱρεθεὶς τῆς περὶ τὸν 11 νεὼν τῆς Ἀθηνᾶς οἰκοδομίας, τοὺς καλλίστους τῶν 10 τεμνομένων λίθων ἐπιλεγόμενος τὴν μὲν δαπάνην ἐκ τῆς ἰδίας οὐσίας ἐποιεῖτο, τοῖς δὲ λίθοις κατα- χρησάμενος οἰκίαν ᾠκοδόμησε πολυτελῆ. ἐφ᾿ οἷς φασιν ἐπισημῆναι τὸ δαιμόνιον· κεραυνωθέντα γὰρ τὸν Ἀγαθοκλέα μετὰ τῆς οἰκίας καταφλεχθῆναι. οἱ 2 15 δὲ γεωμόροι ἔκριναν τὴν οὐσίαν αὐτοῦ δημοσίαν εἶναι, καίπερ τῶν κληρονόμων δεικνυόντων μηδὲν εἰληφότα τῶν ἱερῶν ἢ δημοσίων χρημάτων. τὴν δὲ οἰκίαν καθιερώσαντες ἄβατον τοῖς εἰσιοῦσιν ἐποίη- σαν, ὡς ἔτι καὶ νῦν ὀνομάζεται Ἐμβρονταῖον. [Exc. 20 de virt. et vit. p. 229 V., 548 W.] [Περὶ δύο ἀνδρῶν ἀριστευσάντων ἐν πολέμῳ 12 καὶ ἀγωνιζομένων περὶ πρωτείων.] Μετὰ ταῦθ᾿ ὁ μὲν βασιλεὺς ἀναλαβὼν ἑαυτὸν ἐκ τῶν τραυμάτων προέθηκε κρίσιν ἀριστείου. κατέβησαν μὲν οὖν ἐπὶ 25 τὸν ἀγῶνα δύο, Κλέοννίς τε καὶ Ἀριστομένης, ὧν ἑκάτερος εἶχεν ἴδιόν τι πρὸς δόξαν. ὁ γὰρ Κλέον- 2 νις ὑπερασπίσας τὸν βασιλέα πεπτωκότα τῶν ἐπι-
6 βοηθησόντων v., corr. Schäfer 13 φασιν Wurm, πᾶσιν v. ἐπισημῆναι Wess., ἐπιφανῆναι v. 17 ἢ add. Reiske; ἱερῶν f. del.