Textus Originalis
154 DIODORI SICULI
φερομένων Σπαρτιατῶν ὀκτὼ νεκροὺς ἐπεποιήκει· καὶ τούτων ἦσαν δύο ἡγεμόνες ἐπιφανεῖς· πάντων δὲ τῶν ἀναιρεθέντων ὑπ᾿ αὐτοῦ τὰς πανοπλίας ἐσκυλευκὼς ἐδεδώκει τοῖς ὑπασπισταῖς, ἵνα ἔχῃ ση- μεῖα τῆς ἰδίας ἀρετῆς πρὸς τὴν κρίσιν. πολλοῖς δὲ 5 περιπεσὼν τραύμασιν ἅπαντ᾿ ἔσχεν ἐναντία, μέγι- στον παρεχόμενος τεκμήριον τοῦ μηδενὶ τῶν πο- 3 λεμίων εἶξαι. ὁ δ᾿ Ἀριστομένης ἐν τῷ περὶ τοῦ βασιλέως ἀγῶνι πέντε μὲν ἀνῃρήκει τῶν Λακεδαι- μονίων, καὶ τὰς πανοπλίας ἐσκυλεύκει τῶν πολε- 10 μίων ἐπικειμένων. καὶ τὸ μὲν ἑαυτοῦ σῶμα διε- φύλαξεν ἄτρωτον, ἐκ δὲ τῆς μάχης ἀπερχόμενος εἰς 4 τὴν πόλιν ἔργον ἐπαινούμενον ἔπραξεν. ὁ μὲν γὰρ Κλέοννις ἀσθενῶς ἐκ τῶν τραυμάτων διακείμενος οὔτε βαδίζειν καθ᾿ αὑτὸν οὔτε χειραγωγεῖσθαι δυ- 15 νατὸς ἦν· ὁ δ᾿ Ἀριστομένης ἀράμενος αὐτὸν ἐπὶ τοὺς ὤμους ἀπήνεγκεν εἰς τὴν πόλιν, οὐδὲν δὲ ἧττον κομίζων τὴν ἰδίαν πανοπλίαν, καὶ ταῦτα τοῦ Κλεόν- νιδος προέχοντος τῶν ἄλλων μεγέθει τε καὶ ῥώμῃ 5 σώματος. τοιαύτας δ᾿ ἐχόντων ἀφορμὰς εἰς τὴν 20 ὑπὲρ τῶν ἀριστείων κρίσιν, ὁ βασιλεὺς ἐκάθισε μετὰ τῶν ταξιάρχων κατὰ τὸν νόμον. προλαβὼν οὖν τὸν λόγον ὁ Κλέοννις τοιούτοις ἐχρήσατο λόγοις. 6 Βραχὺς μέν ἐστιν ὁ περὶ τῶν ἀριστείων λόγος· κριταὶ γάρ εἰσιν οἱ τεθεαμένοι τὰς ἑκάστων ἀρε- 25 τάς· ὑπομνῆσαι δὲ δεῖ με, διότι πρὸς τοὺς αὐτοὺς ἄνδρας ἑκατέρων διαγωνισαμένων ὑφ᾿ ἕνα καιρὸν καὶ τόπον ἐγὼ πλείους ἀπέκτεινα. δῆλον οὖν ὡς
17 ἐπὶ τοὺς ὤμους Herw., ἐπὶ τοῦ σώματος v.