Textus Originalis

VIII 12. 155

κατὰ τὴν αὐτὴν περίστασιν ὁ πρότερος ἐν ἀριθμῷ τῶν ἀναιρεθέντων προτερεῖ καὶ τοῖς εἰς τὸ πρω- τεῖον δικαίοις. ἀλλὰ μὴν καὶ τὰ σώματα ἑκατέρων 7 ἐμφανεστάτας ἀποδείξεις ἔχει τῆς ὑπεροχῆς· ὁ μὲν 5 γὰρ πλήρης ὢν τραυμάτων ἐναντίων ἀπελύετο τῆς μάχης, ὁ δ᾿ ὥσπερ ἐκ πανηγύρεως, ἀλλ᾿ οὐ τηλι- καύτης παρατάξεως ἐξιὼν οὐκ ἐπειράθη, τί δύναται πολεμίων σίδηρος. εὐτυχέστερος μὲν οὖν ἴσως Ἀρι- 8 στομένης, ἀγαθώτερος δ᾿ ἡμῶν οὐκ ἂν δικαίως κρι- 10 θείη. πρόδηλος γὰρ ὁ ὑπομείνας τοσαύτας διαι- ρέσεις τοῦ σώματος ὡς ἀφειδῶς ἑαυτὸν ἐπέδωκεν ὑπὲρ τῆς πατρίδος· ὁ δ᾿ ἐν πολεμίων συμπλοκῇ καὶ τοιούτων κινδύνων τηρήσας ἑαυτὸν ἄτρωτον εὐλαβείᾳ τοῦ παθεῖν τι τοῦτ᾿ ἐνήργησεν. ἄτοπον 9 15 οὖν εἰ παρὰ τοῖς ἑωρακόσι τὴν μάχην ὁ τῶν πολε- μίων μὲν ἐλάττους ἀνελών, τῷ δ᾿ ἰδίῳ σώματι κιν- δυνεύσας ἧττον, προκριθήσεται τοῦ πρωτεύοντος ἐν ἀμφοτέροις. ἀλλὰ μὴν καὶ τὸ μηδενὸς ἔτι κιν- δύνου ὑπάρχοντος βαστάσαι τὸ σῶμα καταπεπονη- 20 μένον ὑπὸ τῶν τραυμάτων ἀνδρείαν μὲν οὐδεμίαν ἔχει, σώματος δ᾿ ἴσως ἰσχὺν ἐπιδείκνυται. ἱκανά μοι ταῦτα εἴρηται πρὸς ὑμᾶς· πρόκειται γὰρ ἀγὼν οὐ λόγων, ἀλλ᾿ ἔργων. Παραλαβὼν δ᾿ ἐν μέρει τὸν λόγον Ἀριστομένης, 10 25 Θαυμάζω, φησίν, εἰ μέλλει περὶ ἀριστείων ἀμφισ- βητεῖν ὁ σωθεὶς τῷ σώσαντι· ἀναγκαῖον γὰρ ἢ τῶν δικαζόντων αὐτὸν ἄνοιαν καταγινώσκειν ἢ τὴν κρί- σιν δοκεῖν ἐκ τῶν νῦν λεγομένων, ἀλλ᾿ οὐκ ἐκ τῶν

1 ὁ πρότερος Bekker, ὁπότερος v. 14 τοῦ] μὴ add. Herw. 24 ἐν] τῷ add. Herw.