Textus Originalis
156 DIODORI SICULI
τότε πεπραγμένων ἔσεσθαι. οὐ μόνον δὲ Κλέοννις δειχθήσεται κατ᾿ ἀρετὴν λειπόμενος, ἀλλὰ καὶ τε- 11 λέως ἀχάριστος. ἀφεὶς γὰρ τὸ τὰ συντελεσθέντα ὑπ᾿ αὐτοῦ καλῶς διαπορεύεσθαι, διέσυρε τὰς ἐμὰς πράξεις, φιλοτιμότερος ὢν ἢ δίκαιον· ᾧ γὰρ καὶ 5 ἰδίας σωτηρίας τὰς μεγίστας ὀφείλει χάριτας, τού- του τὸν ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινον διὰ φθόνον ἀφῄρηται. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐν τοῖς τότε γεγενημένοις κινδύνοις εὐτυχὴς ὑπάρξαι, φημὶ 12 δὲ πρότερον ἀγαθὸς γενέσθαι. εἰ μὲν γὰρ ἐκκλίνας 10 τὴν τῶν πολεμίων ἐπιφορὰν ἄτρωτος ἐγενόμην, οὐκ εὐτυχῆ με προσῆκεν ὀνομάζειν, ἀλλὰ δειλόν, οὐδ᾿ ὑπὲρ ἀριστείων λέγειν κρίσιν, ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις περιπεπτωκέναι· ἐπεὶ δ᾿ ἐν πρώ- τοις μαχόμενος καὶ τοὺς ὑφισταμένους ἀναιρῶν οὐκ 15 ἔπαθον ἅπερ ἔπραξα, ῥητέον οὐκ εὐτυχῆ με μόνον, 13 ἀλλὰ καὶ ἀγαθόν. εἴτε γὰρ οἱ πολέμιοι καταπλα- γέντες τὴν ἀρετὴν οὐκ ἐτόλμησαν ἀμύνασθαι, μεγά- λων ἐπαίνων ἄξιος ὃν ἐφοβήθησαν, εἴτ᾿ ἐκείνων ἀγωνιζομένων εὐθύμως ἐγὼ φονεύων τοὺς ἀνθεστη- 20 κότας καὶ τοῦ σώματος ἐποιούμην πρόνοιαν, ἀνδρεῖος 14 ἅμα καὶ συνετός. ὁ γὰρ ἐν αὐτῷ τῷ θυμομαχεῖν ἐμφρόνως ὑπομένων τὸ δεινὸν ἑκατέρας ἔχει τὰς ἀρετάς, σώματός τε καὶ ψυχῆς. καίτοι γε ταῦτα τὰ δίκαια πρὸς ἑτέρους ἦν μοι ῥητέον ἀμείνους τούτου. 25 ὅτε γὰρ Κλέοννιν παραλελυμένον ἐκ τῆς μάχης εἰς τὴν πόλιν ἀπήνεγκα τἀμαυτοῦ σῴζων ὅπλα, καὶ ὑπ᾿ 15 αὐτοῦ κεκρίσθαι νομίζω τὸ δίκαιον. καίτοι γε πα-
22 τῷ add. Dind. 24 τὰ add. Dind.