Textus Originalis

VIII 12. 13. 14. 157

ροραθεὶς τόθ᾿ ὑφ᾿ ἡμῶν ἴσως οὐκ ἂν ἤριζε νῦν ὑπὲρ ἀριστείων, οὐδὲ διασύρων τηλικοῦτον μέγεθος εὐεργεσίας ἔλεγε μηθὲν εἶναι μέγα τὸ πραχθὲν διὰ τὸ κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἀποχωρεῖν ἐκ τῆς μάχης 5 τοὺς πολεμίους. τίς γὰρ οὐκ οἶδεν, ὅτι πολλάκις οἱ διαλυθέντες ἐκ τῆς μάχης ἐξ ὑποστροφῆς εἰώθασιν ἐπιτίθεσθαι καὶ στρατηγίᾳ ταύτῃ χρησάμενοι τυγχά- νειν τῆς νίκης; ἱκανά μοι τὰ ῥηθέντα· λόγων γὰρ πλειόνων οὐκ οἶμαι ὑμᾶς προσδεῖσθαι. 10 Τούτων ῥηθέντων οἱ δικάζοντες ὁμογνώμονες γενόμενοι προέκριναν τὸν Ἀριστομένην. [Cod. Vatic. 1354, Mazarin. 4 fol. 186; cf. Wessel. II p. 637 notam.] Καὶ ταῖς προθυμίαις ἐπερρώσθησαν· τοὺς γὰρ 13 ἐκ παίδων ἀνδρείαν καὶ καρτερίαν ἀσκοῦντας, κἂν 15 ἡ τύχη που ταπεινώσῃ, βραχὺς λόγος ἐφ᾿ ὃ δεῖ παρίστησιν. οὐ μὴν οὐδὲ οἱ Μεσσήνιοι τούτων ἀπελείποντο ταῖς προθυμίαις, ἀλλὰ ταῖς σφῶν ἀρε- ταῖς πιστεύσαντες . . . . Ὅτι οἱ Λακεδαιμόνιοι καταπονούμενοι ὑπὸ Μεσ- 2 20 σηνίων ἔπεμψαν εἰς Δελφούς. ἡ δὲ ἔχρησεν, οὔ σε μάχης μόνον ἔργ᾿ ἐφέπειν χερὶ Φοῖβος ἀνώγει, ἀλλ᾿ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός, ταῖς δ᾿ αὐταῖς τέχναισιν ἁλώσεται αἷσπερ ὑπῆρξεν. ἔστι δὲ τὸ νοούμενον μὴ μόνον τοῖς ἐκ τῆς βίας 25 ἔργοις, ἀλλὰ καὶ τοῖς ἐκ δόλου . . . . [Exc. Vat. p. 7.] Ὅτι Πομπίλιος ὁ ῾Ρωμαίων βασιλεὺς πάντα τὸν 14 τοῦ ζῆν χρόνον ἐν εἰρήνῃ διετέλεσε. λέγουσι δέ

23 τέχνεσιν cod., τέχναις τις Eus. 5, 27, 1 (non Paus. 4, 12, 1) 24 ἔστι — δόλου del. Herw. 26 Πομπήλιος v.