Textus Originalis

158 DIODORI SICULI

τινες ἀκουστὴν γενόμενον Πυθαγόρου παρ᾿ ἐκείνου λαβεῖν τά τε περὶ θεῶν νομοθετήματα, καὶ πολλὰ διδαχθῆναι, δι᾿ ὧν ἐπιφανὴς ἀνὴρ ἐγένετο καὶ βα- σιλεὺς ᾑρέθη μετάπεμπτος. [Exc. de virt. et vit. p. 230 V., 549 W.] 15 Ὅτι κατὰ τὴν ἀξίαν οὐδὲ θελήσαντες δυνάμεθα τιμῆσαι τὸ δαιμόνιον· ὥστε εἰ μὴ κατὰ δύναμιν βουληθείημεν εὐχαριστεῖν, τίνας ἂν ἐλπίδας τοῦ μέλ- λοντος βίου λαμβάνοιμεν, εἰς τούτους ἐξαμαρτά- νοντες οὓς ἀδικοῦντας οὐκ ἂν εἴη δυνατὸν οὔτε 10 λαθεῖν οὔτε διαφυγεῖν; τὸ μὲν γὰρ ὅλον, παρ᾿ οἷς ἀθάνατον εἶναι συμβαίνει καὶ τὴν εὐεργεσίαν καὶ τὴν κόλασιν, φανερὸν ὡς ἐν τούτοις παρασκευάζειν προσήκει τὴν μὲν ὀργὴν ἀγένητον, τὴν δὲ εὔνοιαν 2 αἰώνιον. — τηλικαύτην γὰρ ἔχει παραλλαγὴν ὁ τῶν 15 ἀσεβῶν βίος πρὸς τὸν τῶν εὐσεβῶν, ὥστε προσδο- κᾶν ἑκατέρους αὑτοῖς βεβαιώσειν τὸ θεῖον τοῖς μὲν τὰς ἰδίας εὐχάς, τοῖς δὲ τὰς παρὰ τῶν ἐχθρῶν εὐ- 3 χάς. . . . τὸ δὲ ὅλον, εἰ τοῖς μὲν ἐχθροῖς ὅταν πρὸς τοὺς βωμοὺς καταφύγωσι βοηθοῦμεν, τοῖς δὲ πο- 20 λεμίοις διὰ τῶν ὅρκων πίστεις δίδομεν μηδὲν ἀδι- κήσειν, ποίαν χρὴ πρὸς αὑτοὺς ποιεῖσθαι τοὺς θεοὺς σπουδήν, οἳ οὐ μόνον τοὺς εὐσεβεῖς ἐν τῷ ζῆν εὖ ποιοῦσιν, ἀλλὰ καὶ μετὰ τὸν θάνατον * εἰ δὲ καὶ ταῖς τελεταῖς δεῖ ἀγωγὴν μετ᾿ εὐφημίας ἡδείας εἰς 25 ἅπαντα τὸν αἰῶνα παρασκευάζουσιν; διὸ καὶ προσ-

24 εἰ δὲ καὶ ταῖς τελεταῖς cod., τοῖς γε ἐν ταῖς τελε- ταῖς Herw., ἡδεῖαν τοῖς τελευτήσασι Krebs, εὐδαίμονα τού- τοις Wurm δὲ καὶ] πιστεύειν f. Krebs 25 δεῖ ἀγωγὴν] διαγωγὴν Mai ἐοικυῖαν ταῖς τελεταῖς διαγωγὴν conicio εὐθυμίας ἡδεῖαν Dind.